Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 52

32.1 ταῦτά τε οὖν οὕτω, καὶ τἆλλα τὰ πλεῖστα καὶ μέγιστα τῶν τῷ δημοσίῳ προσηκόντων, τῇ γερουσίᾳ ἀνατίθει· τά τε γὰρ κοινὰ κοινῶς διοικεῖσθαι δεῖ, καὶ ἔστι που πᾶσιν ἀνθρώποις ἔμφυτον καὶ τὸ χαίρειν ἐφʼ οἷς ἂν παρὰ τοῦ κρείττονος ὡς καὶ ἰσότιμοι αὐτῷ ὄντες ἀξιωθῶσι, καὶ τὸ πάντα τὰ μετὰ σφῶν τινι γνωσθέντα καὶ ἐπαινεῖν ὡς οἰκεῖα καὶ ἀγαπᾶν ὡς αὐθαίρετα.
32.2 ἐς μὲν οὖν τὸ βουλευτήριον τὰ τοιαῦτα ἐσφέρεσθαί φημι χρῆναι, καὶ περὶ μὲν τῶν ἄλλων πάντας ὁμοίως τοὺς παρόντας γνώμην διδόναι, ὅταν δὲ δὴ κατηγορῆταί τις αὐτῶν, μὴ πάντας, πλὴν ἄν τις ἢ μηδέπω βουλεύῃ ἢ καὶ ἐν τοῖς
32.3 τεταμιευκοσιν ἔτι ὢν κρίνηται. ἄτοπον γὰρ τὸν μηδέπω δεδημαρχηκότα ἢ ἠγορανομηκότα ψῆφον κατά τινος τῶν τοιούτων φέρειν, ἢ νὴ Δία τούτων τινὰ κατὰ τῶν ἐστρατηγηκότων, ἢ καὶ ἐκείνων κατὰ τῶν ὑπατευκότων. ἀλλʼ οὗτοι μὲν ἐπὶ πάντας τὴν τοῦ τι ἀποφήνασθαι ἐξουσίαν ἐχέτωσαν, οἱ δʼ ἄλλοι ἐπί τε τοὺς ὁμοίους καὶ ἐπὶ τοὺς ὑποδεεστέρους.
33.1 δίκαζε δὲ καὶ αὐτὸς ἰδίᾳ τά τε ἐφέσιμα καὶ τὰ ἀναπόμπιμα, ὅσα ἂν παρά τε τῶν μειζόνων ἀρχόντων καὶ παρὰ τῶν ἐπιτρόπων, τοῦ τε πολιάρχου καὶ τοῦ ὑποτιμητοῦ καὶ τῶν ἐπάρχων τοῦ τε τὸν σῖτον ἐπισκοποῦντος καὶ τοῦ νυκτοφυλακοῦντος, ἀφικνῆται· μήτε γὰρ αὐτόδικος μήτʼ αὐτοτελὴς οὕτω τις τὸ παράπαν ἔστω ὥστε μὴ
33.2 οὐκ ἐφέσιμον ἀπʼ αὐτοῦ δίκην γίγνεσθαι. ταῦτά τε οὖν κρῖνε, kri=ne R. Steph., kri/nai *wM. καὶ περὶ τῶν ἱππέων τῶν τε ἑκατοντάρχων τῶν ἐκ τοῦ καταλόγου καὶ τῶν ἰδιωτῶν τῶν πρώτων, ὅταν περὶ θανατώσεως ἢ καὶ ἀτιμίας τινὸς ἀγωνίζωνται. σοὶ γὰρ δὴ dh\ R. Steph., dei= *wM. τὰ τοιαῦτα μόνῳ προσκείσθω, καὶ μηδεὶς ἄλλος περὶ αὐτῶν αὐτὸς καθʼ ἑαυτόν, διʼ ἅπερ εἶπον, δικαζέτω.
33.3 μετὰ γὰρ δὴ σοῦ ἀεὶ μὲν οἱ ἐντιμότατοι καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων, ἤδη δὲ καὶ ἕτεροί τινες ἔκ τε τῶν ὑπατευκότων καὶ ἐκ τῶν ἐστρατηγηκότων ἄλλοι ἄλλοτε διαγιγνωσκέτωσαν, ἵνα σύ τε τοὺς τρόπους αὐτῶν ἀκριβέστερον ἐν τούτῳ προκαταμανθάνων ὀρθῶς σφισιν ἔχῃς χρῆσθαι, καὶ ἐκεῖνοι προσυγγιγνόμενοι prosuggigno/menoi Xyl., prossuggigno/menoi *wM. τοῖς τε ἤθεσι καὶ τοῖς βουλεύμασί σου οὕτως ἐς τὰς τῶν ἐθνῶν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme