Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 52

38.3 σοι φανερῶς τι ἐξονειδίσαι. τοῦτο μὲν γὰρ οὐδεὶς ἂν ποιήσειεν, οὐδʼ εἰ σφόδρα ἀδικηθείη· πᾶν γὰρ τοὐναντίον καὶ ἐπαινεῖν πολλοὶ ἔν γε τῷ φανερῷ τοὺς ἀδικοῦντάς σφας ἀναγκάζονται, ἀνταγωνιζόμενοι μὴ δοκεῖν ὀργίζεσθαι. τὸν δʼ ἄρχοντα χρὴ μὴ ἐξ ὧν λέγουσί τινες τεκμαίρεσθαι τὴν διάνοιαν αὐτῶν, ἀλλʼ ἐξ ὧν φρονεῖν αὐτοὺς εἰκός ἐστι.
39.1 ταῦτά σε καὶ τὰ τοιαῦτα βούλομαι πράττειν· πολλὰ γὰρ καὶ παραλείπω διὰ τὸ μὴ οἷόν τε εἶναι πάντα αὐτὰ καθάπαξ συλλαβόντα εἰπεῖν. ἓν δʼ οὖν ἐν κεφαλαίῳ καὶ κατὰ τῶν εἰρημένων καὶ
39.2 κατὰ τῶν λοιπῶν φράσω. ἂν γὰρ ὅσα ἂν ἕτερόν τινα ἄρξαντά σου ποιεῖν ἐθελήσῃς, ταῦτα αὐτὸς αὐτεπάγγελτος πράσσῃς, οὔτε τι ἁμαρτήσῃ καὶ πάντα κατορθώσεις, κἀκ τούτου καὶ ἥδιστα καὶ
39.3 ἀκινδυνότατα βιώσῃ. πῶς μὲν γὰρ οὐχ ὡς πατέρα, πῶς δʼ οὐχ ὡς σωτῆρα καὶ προσόψονταί σε ἅπαντες καὶ φιλήσουσιν, ὅταν σε ὁρῶσι κόσμιον εὐβίοτον εὐπόλεμον εἰρηναῖον ὄντα, ὅταν μήθʼ ὑβρίζῃς τι μήτε πλεονεκτῇς, ὅταν ἐκ τοῦ
39.4 ὁμοίου σφίσι προσφέρῃ, καὶ μὴ αὐτὸς μὲν πλουτῇς τοὺς δʼ ἄλλους ἀργυρολογῇς, μηδʼ αὐτὸς μὲν τρυφᾷς τοὺς δʼ ἄλλους ταλαιπωρῇς, μηδʼ αὐτὸς μὲν ἀκολασταίνῃς τοὺς δʼ ἄλλους νουθετῇς, ἀλλʼ ἐς πάντα δὴ πάντως ὁμοιοτροπώτατα αὐτοῖς ζῇς; ὥστʼ αὐτὸς παρὰ σαυτῷ μέγα φυλακτήριον ἐν τῷ μηδένα ποτὲ ἀδικῆσαι ἔχων θάρσει, καὶ πίστευέ μοι λέγοντι ὅτι οὔτε μισηθήσῃ ποτὲ οὔτε
39.5 ἐπιβουλευθήσῃ. τούτου δὲ δὴ οὕτως ἔχοντος πᾶσά σε ἀνάγκη καὶ ἡδέως βιῶναι· τί μὲν γὰρ ἥδιον, τί δὲ εὐδαιμονέστερόν ἐστι τοῦ πάντων τῶν ἐν ἀνθρώποις ἀγαθῶν μετʼ ἀρετῆς ἀπολαύοντα καὶ τοῖς ἄλλοις αὐτὰ διδόναι δύνασθαι;
40.1 ταῦτά τε οὖν καὶ τἆλλα πάνθʼ ὅσα εἴρηκα ἐννοήσας πείσθητί μοι, καὶ μὴ πρόῃ τὴν τύχην, ἥτις σε ἐκ πάντων ἐπελέξατο καὶ προεστήσατο. ὡς εἴ γε τὸ μὲν πρᾶγμα τὸ τῆς μοναρχίας αἱρῇ, τὸ δʼ ὄνομα τὸ τῆς βασιλείας ὡς καὶ ἐπάρατον φοβῇ, τοῦτο μὲν μὴ προσλάβῃς, τῇ δὲ δὴ τοῦ Καίσαρος

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme