Book 52
40.2
προσηγορίᾳ χρώμενος αὐτάρχει. εἰ δʼ οὖν καὶ ἄλλων τινῶν ἐπικλήσεων προσδέῃ, δώσουσι μέν σοι τὴν τοῦ αὐτοκράτορος, ὥσπερ καὶ τῷ πατρί σου ἔδωκαν, σεβιοῦσι δέ σε καὶ ἑτέρᾳ τινὶ προσρήσει, ὥστε σε πᾶν τὸ τῆς βασιλείας ἔργον ἄνευ τοῦ τῆς ἐπωνυμίας αὐτῆς ἐπιφθόνου καρποῦσθαι.”
41.1
Μαικήνας μὲν ταῦτα εἰπὼν ἐπαύσατο, ὁ δὲ δὴ Καῖσαρ ἀμφοτέρους μέν σφας καὶ ἐπὶ τῇ πολυνοίᾳ καὶ ἐπὶ τῇ πολυλογίᾳ τῇ τε παρρησίᾳ ἰσχυρῶς ἐπῄνεσε, τὰ δὲ δὴ τοῦ Μαικήνου μᾶλλον εἵλετο. οὐ μέντοι καὶ πάντα εὐθὺς ὥσπερ ὑπετέθειτο ἔπραξε, φοβηθεὶς μὴ καὶ σφαλῇ τι, ἀθρόως
41.2
μεταρρυθμίσαι τοὺς ἀνθρώπους ἐθελήσας· ἀλλὰ τὰ μὲν παραχρῆμα μετεκόσμησε τὰ δʼ ὕστερον, καί τινα καὶ τοῖς μετὰ ταῦτα ἄρξουσι ποιῆσαι κατέλιπεν ὡς καὶ κατὰ καιρὸν μᾶλλον ἐν τῷ χρόνῳ γενησόμενα. καὶ αὐτῷ καὶ ὁ Ἀγρίππας πρὸς πάντα, καίπερ τὴν ἐναντίαν σφίσι γνώμην δούς, προθυμότατα συνήρατο, ὥσπερ ἂν εἰ καὶ ἐσηγητὴς αὐτῶν ἐγεγόνει.
41.3
ταῦτά τε ὁ Καῖσαρ, καὶ o( *kai=sar kai\ R. Steph., kai\ o( *kai=sar *wM. ὅσα ἄνω μοι τοῦ λόγου εἴρηται, ἔπραξεν ἐν τῷ ἔτει ἐκείνῳ ἐν ᾧ τὸ πέμπτον ὑπάτευσε, καὶ τὴν τοῦ αὐτοκράτορος ἐπίκλησιν ἐπέθετο. λέγω δὲ οὐ τὴν ἐπὶ ταῖς νίκαις κατὰ τὸ ἀρχαῖον διδομένην τισίν (ἐκείνην γὰρ πολλάκις μὲν καὶ πρότερον πολλάκις δὲ καὶ ὕστερον ἀπʼ αὐτῶν τῶν ἔργων ἔλαβεν,
41.4
ὥστε καὶ ἅπαξ καὶ εἰκοσάκις a(/pac kai\ ei)kosa/kis Reim., e)n ei)ko/sin *wM. ὄνομα αὐτοκρατορος σχεῖνʼ ἀλλὰ τὴν ἑτέραν τὴν τὸ κράτος διασημαίνουσαν, ὥσπερ τῷ τε πατρὶ αὐτοῦ τῷ Καίσαρι καὶ τοῖς παισὶ τοῖς τε ἐκγόνοις e)kgo/nois *wM, e)ggo/nois Xiph. ἐψήφιστο.
42.1
καὶ μετὰ ταῦτα τιμητεύσας σὺν τῷ Ἀγρίππᾳ ἄλλα τέ τινα διώρθωσε καὶ τὴν βουλὴν ἐξήτασε. πολλοὶ μὲν γὰρ ἱππῆς πολλοὶ δὲ καὶ πεζοὶ παρὰ τὴν ἀξίαν ἐκ τῶν ἐμφυλίων πολέμων ἐβούλευον, ὥστε καὶ ἐς χιλίους τὸ πλήρωμα τῆς γερουσίας
42.2
αὐξηθῆναι. τούτους οὖν ἐκκρῖναι βουληθεὶς αὐτὸς μὲν οὐδένα αὐτῶν ἀπήλειψε, προτρεψάμενος δέ σφας ἐκ τοῦ συνειδότος τοῦ τε γένους καὶ τοῦ βίου δικαστὰς ἑαυτοῖς γενέσθαι τὸ μὲν πρῶτον πεντήκοντά που ἔπεισεν ἐθελοντὰς ἐκστῆναι τοῦ συνεδρίου, ἔπειτα δὲ καὶ ἄλλους ἑκατὸν καὶ τεσσαράκοντα