Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 52

9.5 πρὸς τοσοῦτον ὄγκον προήλθομεν, οὐκ ἄλλοις τισὶν ἢ τοῖς ἐκ τῆς δημοκρατίας ἀγαθοῖς ἰσχύσαντες, ἐξ ὧν ἥ τε h(/ te L', h(/ te h( V. γερουσία προεβούλευε καὶ ὁ δῆμος ἐπεκύρου τό τε στρατευόμενον προεθυμεῖτο καὶ τὸ στρατηγοῦν ἐφιλοτιμεῖτο. ὧν οὐδὲν ἂν ἐν τυραννίδι πραχθείη. praxqei/h *w, proaxqei/h L'. ἀμέλει τοσοῦτον αὐτῆς διὰ ταῦτα μῖσος οἱ πάλαι Ῥωμαῖοι ἔσχον ὥστε καὶ ἐπάρατον τὸ πολίτευμα ποιήσασθαι.
10.1 χωρὶς δὲ τούτων, εἰ δεῖ τι καὶ περὶ τῶν ἰδίᾳ σοὶ αὐτῷ συμφερόντων εἰπεῖν, πῶς μὲν ἂν ὑπομείνειας τοσαῦτα καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ διοικῶν, πῶς δʼ ἂν μὴ ὑγιαίνων ἐξαρκέσειας; τίνος δʼ ἂν τῶν ἀγαθῶν τῶν ἀνθρωπίνων ἀπολαύσειας, πῶς δʼ ἂν στερόμενος αὐτῶν εὐδαιμονήσειας; τίνι δʼ ἂν ἀκριβῶς ἡσθείης, πότε δʼ οὐκ
10.2 ἂν ἰσχυρῶς λυπηθείης; πᾶσα γὰρ ἀνάγκη τὸν τηλικαύτην ἀρχὴν ἔχοντα καὶ φροντίζειν πολλὰ καὶ δεδιέναι πολλά, καὶ τῶν μὲν ἡδίστων ἐλάχιστα ἀπολαύειν, τὰ δὲ δυσχερέστατα ἀεὶ καὶ πανταχοῦ καὶ ἀκούειν καὶ ὁρᾶν καὶ ποιεῖν καὶ πάσχειν. ὅθεν, οἶμαι, καὶ Ἕλληνες καὶ βάρβαροί τινες οὐδὲ διδομένας σφίσι βασιλείας ἐδέξαντο.
10.3 Ταῦτʼ οὖν προϊδόμενος proi+do/menos Bk., proeido/menos *wL'. προβούλευσαι πρὶν ἐν αὐτοῖς γενέσθαι· αἰσχρὸν γάρ, μᾶλλον δὲ καὶ ἀδύνατόν ἐστι παρακύψαντά τινα ἅπαξ ἐς αὐτὰ ἀναδῦναι. μηδέ σε ἐξαπατήσῃ μήτε τὸ μέγεθος τῆς ἐξουσίας μήθʼ ἡ περιουσία τῶν κτημάτων, μὴ τὸ στῖφος τῶν σωματοφυλάκων, μὴ ὁ o( supplied by Bk. ὄχλος
10.4 τῶν θεραπευόντων. οἵ τε γὰρ πολὺ δυνάμενοι πολλὰ πράγματα ἔχουσι, καὶ οἱ συχνὰ κεκτημένοι συχνὰ ἀναλίσκειν ἀναγκάζονται, τά τε πλήθη τῶν δορυφόρων διὰ τὰ πλήθη τῶν ἐπιβουλευόντων ἀθροίζεται, καὶ οἱ κολακεύοντες ἐπιτρίψειαν ἄν τινα μᾶλλον ἢ σώσειαν. e)pitri/yeian sw/seian Dind., e)pitri/yaien sw/saien *wL'. ὥσθʼ ἕνεκα μὲν τούτων οὐδʼ ἂν εἷς εὖ φρονῶν αὐταρχῆσαι
11.1 ἐπιθυμήσειεν· εἰ δʼ ὅτι καὶ πλουτίζειν καὶ σώζειν τινὰς ἄλλα τε πολλὰ καὶ ἀγαθὰ δρᾶν οἱ τοιοῦτοι δύνανται, καὶ νὴ Δία καὶ ὑβρίζειν σφίσι καὶ κακῶς ποιεῖν ὃν ἂν ἐθελήσωσιν ἔξεστιν, ἀξίαν τις διὰ ταῦτα σπουδῆς τὴν τυραννίδα εἶναι νομίζει,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme