Book 53
12.9
ἔθνη ἅμα ἤρχετο. τῶν δὲ δὴ λοιπῶν οὐκ ἐμνημόνευσα, ὅτι τὰ μὲν ὕστερον αὐτῶν προσεκτήθη, prosekth/qh *w, prosekth/sqh M. τὰ δέ, εἰ καὶ τότε ἤδη ἐκεχείρωτο, ἄλλʼ οὔτι γε καὶ ὑπὸ τῶν Ῥωμαίων ἤρχετο, ἀλλʼ ἢ αὐτόνομα ἀφεῖτο ἢ καὶ βασιλείαις τισὶν ἐπετέτραπτο· καὶ αὐτῶν ὅσα μετὰ τοῦτʼ ἐς τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀφίκετο, τῷ ἀεὶ κρατοῦντι προσετέθη.
13.1
τὰ μὲν οὖν ἔθνη οὕτω διῃρέθη, βουληθεὶς δὲ δὴ καὶ ὣς ὁ Καῖσαρ πόρρω σφᾶς ἀπαγαγεῖν τοῦ τι μοναρχικὸν φρονεῖν δοκεῖν, ἐς δέκα ἔτη τὴν ἀρχὴν τῶν δοθέντων οἱ ὑπέστη· τοσούτῳ τε γὰρ χρόνῳ καταστήσειν αὐτὰ ὑπέσχετο, καὶ προσενεανιεύσατο εἰπὼν ὅτι, ἂν καὶ θᾶττον ἡμερωθῇ, θᾶττον
13.2
αὐτοῖς καὶ ἐκεῖνα ἀποδώσει. κἀκ τούτου πρῶτον μὲν αὐτοὺς τοὺς βουλευτὰς ἑκατέρων τῶν ἐθνῶν, πλὴν Αἰγυπτίων, ἄρχειν κατέδειξεν (ἐκείνοις γὰρ δὴ μόνοις τὸν ὠνομασμένον ἱππέα, διʼ ἅπερ εἶπον, προσέταξενʼ· ἔπειτα δὲ τοὺς μὲν καὶ ἐπετησίους καὶ κληρωτοὺς εἶναι, πλὴν εἴ τῳ πολυπαιδίας ἢ
13.3
γάμου προνομία προσείη, καὶ ἔκ τε τοῦ κοινοῦ τῆς γερουσίας συλλόγου πέμπεσθαι μήτε ξίφος παραζωννυμένους μήτε στρατιωτικῇ ἐσθῆτι χρωμένους, καὶ ἀνθυπάτους καλεῖσθαι μὴ ὅτι τοὺς δύο τοὺς ὑπατευκότας ἀλλὰ καὶ τοὺς ἄλλους τοὺς ἐκ τῶν
13.4
ἐστρατηγηκότων ἢ δοκούντων γε ἐστρατηγηκέναι μόνον ὄντας, ῥαβδούχοις τέ σφας ἑκατέρους ὅσοισπερ καὶ ἐν τῷ ἄστει νενόμισται χρῆσθαι, καὶ τὰ τῆς ἀρχῆς ἐπίσημα καὶ παραχρῆμα ἅμα τῷ ἔξω τοῦ πωμηρίου γενέσθαι προστίθεσθαι καὶ διὰ παντὸς μέχρις ἂν ἀνακομισθῶσιν ἔχειν ἐκέλευσε.
13.5
τοὺς δὲ ἑτέρους ὑπό τε ἑαυτοῦ αἱρεῖσθαι καὶ πρεσβευτὰς αὐτοῦ ἀντιστρατήγους τε ὀνομάζεσθαι, κἂν ἐκ τῶν ὑπατευκότων ὦσι, διέταξε. τῶν γὰρ δὴ δύο τούτων ὀνομάτων ἐπὶ πλεῖστον ἐν τῇ δημοκρατίᾳ ἀνθησάντων, τὸ μὲν τοῦ στρατηγοῦ τοῖς αἱρετοῖς ὡς καὶ τῷ πολέμῳ tw=| pole/mw| M, tou= pole/mou V. ἀπὸ τοῦ πάνυ ἀρχαίου προσῆκον ἔδωκεν, ἀντιστρατήγους σφᾶς προσειπών, τὸ δὲ δὴ τῶν ὑπάτων τοῖς ἑτέροις ὡς καὶ εἰρηνικωτέροις, ἀνθυπάτους αὐτοὺς