Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 53

17.3 βασιλεύονται. αἱ μὲν γὰρ ἀρχαὶ αἱ ἐκ τῶν νόμων ὡς πλήθει γενόμεναι καὶ νῦν πλὴν τῆς τῶν τιμητῶν καθίστανται, διάγεται δὲ καὶ διοικεῖται πάντα ἁπλῶς ὅπως ἂν ὁ ἀεὶ κρατῶν ἐθελήσῃ. καὶ ἵνα γε μὴ ἐκ δυναστείας ἀλλʼ ἐκ τῶν νόμων τοῦτʼ ἔχειν δοκῶσι, πάνθʼ ὅσα ἐν τῇ δημοκρατίᾳ μέγα παρʼ ἑκοῦσί σφισιν ἴσχυσεν, αὐτοῖς τοῖς ὀνόμασι χωρὶς τοῦ τῆς δικτατορίας προσεποιήσαντο.
17.4 ὕπατοί τε γὰρ πλειστάκις γίγνονται, καὶ ἀνθύπατοι ἀεί, ὁσάκις ἂν ἔξω τοῦ πωμηρίου ὦσιν, ὀνομάζονται· τήν τε τοῦ αὐτοκράτορος πρόσρησιν διὰ παντὸς οὐ μόνον οἱ νικήσαντές τινας ἀλλὰ καὶ οἱ ἄλλοι πάντες, πρὸς δήλωσιν τῆς αὐτοτελοῦς σφων ἐξουσίας, ἀντὶ τῆς τοῦ βασιλέως τοῦ
17.5 τε δικτάτορος ἐπικλήσεως ἔχουσιν. αὐτὰς μὲν γὰρ ἐκείνας οὐ τίθενται, ἐπειδήπερ ἅπαξ ἐκ τῆς πολιτείας ἐξέπεσον, τὸ δὲ δὴ ἔργον αὐτῶν τῇ τοῦ αὐτοκράτορος προσηγορίᾳ βεβαιοῦνται. καὶ ἐκ μὲν τούτων τῶν ὀνομάτων καταλόγους τε ποιεῖσθαι καὶ χρήματα ἀθροίζειν πολέμους τε ἀναιρεῖσθαι
17.6 καὶ εἰρήνην σπένδεσθαι, τοῦ τε ξενικοῦ καὶ τοῦ πολιτικοῦ ἀεὶ καὶ πανταχοῦ ὁμοίως ἄρχειν, ὥστε καὶ ἐντὸς τοῦ πωμηρίου καὶ τοὺς ἱππέας καὶ τοὺς βουλευτὰς θανατοῦν δύνασθαι, τά τε ἄλλα ὅσα τοῖς τε ὑπάτοις καὶ τοῖς ἄλλοις τοῖς αὐταρχήσασί ποτε ποιεῖν ἐξῆν, λαμβάνουσιν·
17.7 ἐκ δὲ δὴ τοῦ τιμητεύειν τούς τε βίους καὶ τοὺς τρόπους ἡμῶν ἐξετάζουσι, καὶ ἀπογραφὰς ποιοῦνται καὶ τοὺς μὲν καταλέγουσι καὶ ἐς τὴν ἱππάδα καὶ ἐς τὸ βουλευτικόν, τοὺς δὲ καὶ ἀπαλείφουσιν,
17.8 ὅπως ἂν αὐτοῖς δόξῃ. ἔκ τε τοῦ ἐν πάσαις ταῖς ἱερωσύναις ἱερῶσθαι καὶ προσέτι καὶ τοῖς ἄλλοις τὰς πλείους σφῶν διδόναι, ἀρχιέρεών τέ τινα αὐτῶν, κἂν δύο κἂν τρεῖς ἅμα ἄρχωσιν, εἶναι, πάντων αὐτοὶ καὶ τῶν ὁσίων καὶ τῶν ἱερῶν i(erw=n R. Steph., i(ere/wn *w Xiph., i(e/rewn M.
17.9 κυριεύουσιν. ἥ τε ἐξουσία ἡ δημαρχικὴ καλουμένη, ἣν οἱ πάνυ ποτὲ ἀνθήσαντες ἔσχον, δίδωσί σφισι τά τε ἐπιγιγνόμενα ὑφʼ ἑτέρου τινός, ἂν μὴ συνεπαινῶσι, παύειν, καὶ μήθʼ ὑβρίζεσθαι, κἂν ἄρα τι καὶ τὸ βραχύτατον μὴ ὅτι ἔργῳ ἀλλὰ καὶ λόγῳ ἀδικεῖσθαι δόξωσι, καὶ ἄκριτον τὸν ποιήσαντα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme