Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 53

1.3 ἀμφοτέρων σφῶν ἐδίδοτο. ἐν δʼ οὖν τῷ τότε παρόντι τά τε ἄλλα ὥσπερ εἴθιστο ἔπραξε, καὶ τὰς ἀπογραφὰς ἐξετέλεσε, καὶ ἐν αὐταῖς πρόκριτος τῆς γερουσίας ἐπεκλήθη, ὥσπερ ἐν τῇ ἀκριβεῖ δημοκρατίᾳ ἐνενόμιστο. τό τε Ἀπολλώνιον *)apollw/nion St., a)pollw/neion *wM. τὸ to\ Bk., to/ te *wM. ἐν τῷ Παλατίῳ καὶ τὸ τεμένισμα τὸ περὶ αὐτό, τάς τε ἀποθήκας τῶν βιβλίων,
1.4 ἐξεποίησε καὶ καθιέρωσε. καὶ τὴν πανήγυριν τὴν ἐπὶ τῇ νίκῃ τῇ πρὸς τῷ Ἀκτίῳ γενομένῃ ψηφισθεῖσαν ἤγαγε μετὰ τοῦ Ἀγρίππου, καὶ ἐν αὐτῇ τὴν ἱπποδρομίαν διά τε τῶν παίδων
1.5 καὶ διὰ τῶν ἀνδρῶν τῶν εὐγενῶν ἐποίησε. καὶ αὕτη μὲν διὰ πέντε ἀεὶ ἐτῶν μέχρι του me/xri tou v. Hers., me/xris ou(= *wM. ἐγίγνετο, ταῖς τέσσαρσιν ἱερωσύναις ἐκ περιτροπῆς μέλουσα, me/lousa R. Steph., me/llousa *wM. λέγω δὲ τούς τε ποντίφικας καὶ τοὺς οἰωνιστὰς τούς τε ἑπτὰ καὶ τοὺς πεντεκαίδεκα ἄνδρας καλουμένους· τότε δὲ καὶ γυμνικὸς ἀγὼν σταδίου τινὸς ἐν τῷ Ἀρειῳ πεδίῳ ξυλίνου κατασκευασθέντος ἐποιήθη, ὁπλομαχία τε ἐκ τῶν αἰχμαλώτων
1.6 ἐγένετο. καὶ ταῦτα καὶ kai\ M, om. V. ἐπὶ πλείους ἡμέρας ἐπράχθη, οὐδὲ διέλιπε καίτοι νοσήσαντος τοῦ Καίσαρος, ἀλλὰ καὶ ὣς ὁ Ἀγρίππας καὶ τὸ ἐκείνου μέρος ἀνεπλήρου.
2.1 ὁ δʼ οὖν Καῖσαρ ἔς τε τὰς θεωρίας ἐκ τῶν ἰδίων δῆθεν ἀνήλισκε, καὶ ἐπειδὴ χρημάτων τῷ δημοσίῳ ἐδέησεν, ἐδανείσατό τινα καὶ ἔδωκεν αὐτῷ, πρός τε τὴν διοίκησίν σφων δύο κατʼ ἔτος ἐκ τῶν ἐστρατηγηκότων αἱρεῖσθαι ἐκέλευσε. καὶ τῷ πλήθει τετραπλάσιον τὸν σῖτον ἔνειμε, βουλευταῖς
2.2 τέ τισι χρήματα ἐχαρίσατο· οὕτω γὰρ δὴ πολλοί σφων πένητες ἐγεγόνεσαν ὥστε μηδʼ ἀγορανομῆσαί τινα διὰ τὸ μέγεθος τῶν ἀναλωμάτων ἐθελῆσαι, ἀλλὰ τά τε ἄλλα καὶ τὰ δικαστήρια τὰ τῇ ἀγορανομίᾳ προσήκοντα τοῖς στρατηγοῖς, καθάπερ εἴθιστο, τὰ μὲν μείζω τῷ ἀστυνόμῳ τὰ δὲ ἕτερα τῷ ξενικῷ προσταχθῆναι.
2.3 πρὸς δὲ δὴ τούτοις τὸν ἀστυνόμον αὐτὸς ἀπέδειξεν· ὃ καὶ αὖθις πολλάκις ἐποίησε. καὶ τὰς ἐγγύας τὰς πρὸς τὸ δημόσιον πρὸ τῆς πρὸς τῷ Ἀκτίῳ μάχης γενομένας, πλὴν τῶν περὶ τὰ οἰκοδομήματα, ἀπήλλαξε, τά τε παλαιὰ συμβόλαια

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme