Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 53

21.3 αὐτοὶ οἱ πάνυ αὐτὰ μελετῶντες ἀκριβοῦσιν. οὐ μέντοι καὶ πάντα ἰδιογνωμονῶν ἐνομοθέτει, ἀλλʼ ἔστι μὲν ἃ καὶ ἐς τὸ δημόσιον προεξετίθει, ὅπως, ἄν τι μὴ ἀρέσῃ τινά, προμαθὼν ἐπανορθώσῃ· προετρέπετό τε γὰρ πάνθʼ ὁντινοῦν συμβουλεύειν οἱ, εἴ τίς τι ἄμεινον αὐτῶν ἐπινοήσειεν, καὶ παρρησίαν σφίσι πολλὴν ἔνεμε, καί τινα καὶ μετέγραφε.
21.4 τὸ δὲ δὴ πλεῖστον τούς τε ὑπάτους ἢ τὸν ὕπατον, ὁπότε καὶ αὐτὸς ὑπατεύοι, κἀκ τῶν ἄλλων ἀρχόντων ἕνα παρʼ ἑκάστων, ἔκ τε τοῦ λοιποῦ τῶν βουλευτῶν πλήθους πεντεκαίδεκα τοὺς κλήρῳ klh/rw| Xiph., klh/rous *wM. λαχόντας, συμβούλους ἐς ἑξάμηνον παρελάμβανεν, ὥστε διʼ αὐτῶν καὶ τοῖς ἄλλοις πᾶσι κοινοῦσθαι τρόπον τινὰ τὰ νομοθετούμενα
21.5 νομίζεσθαι. ἐσέφερε μὲν γάρ τινα καὶ ἐς πᾶσαν τὴν γερουσίαν, βέλτιον μέντοι νομίζων εἶναι τὸ μετʼ ὀλίγων καθʼ ἡσυχίαν τά τε πλείω καὶ τὰ μείζω προσκοπεῖσθαι, τοῦτό τε ἐποίει καὶ ἔστιν
21.6 ὅτε καὶ ἐδίκαζε μετʼ αὐτῶν. ἔκρινε μὲν γὰρ καὶ καθʼ ἑαυτὴν ἡ βουλὴ πᾶσα ὡς καὶ πρότερον, καί τισι καὶ πρεσβείαις καὶ κηρυκείαις καὶ δήμων καὶ βασιλέων ἐχρημάτιζεν, ὅ τε δῆμος ἐς τὰς ἀρχαιρεσίας καὶ τὸ πλῆθος αὖ συνελέγετο· οὐ μέντοι καὶ ἐπράττετό τι ὃ μὴ καὶ ἐκεῖνον ἤρεσκε. h)/reske Xiph. Zon., h)/resen *wM.
21.7 τοὺς γοῦν ἄρξοντας τοὺς μὲν αὐτὸς ἐκλεγόμενος προεβάλλετο, τοὺς δὲ καὶ ἐπὶ τῷ δήμῳ τῷ τε ὁμίλῳ κατὰ τὸ ἀρχαῖον ποιούμενος ἐπεμελεῖτο ὅπως μήτʼ ἀνεπιτήδειοι μήτʼ ἐκ παρακελεύσεως ἢ καὶ δεκασμοῦ ἀποδεικνύωνται. a)podeiknu/wntai R. Steph., a)podei/knuntai *wM Xiph. Zon.
22.1 τὸ μὲν οὖν σύμπαν οὕτω τὴν ἀρχὴν διῴκησε, λέξω δὲ καὶ καθʼ ἕκαστον ὅσα ἀναγκαῖόν ἐστι μετὰ τῶν ὑπάτων, ἐφʼ e)f' St., u(f' *wM. ὧν ἐγένετο, μνημονεύεσθαι. ἐν μὲν γὰρ τῷ προειρημένῳ ἔτει τὰς ὁδοὺς τὰς ἔξω τοῦ τείχους δυσπορεύτους ὑπʼ ἀμελείας ὁρῶν οὔσας τὰς μὲν ἄλλας ἄλλοις τισὶ τῶν βουλευτῶν ἐπισκευάσαι τοῖς οἰκείοις τέλεσι προσέταξε, τῆς δὲ δὴ Φλαμινίας *flamini/as R. Steph., flamhni/as *wM. αὐτός, ἐπειδήπερ ἐκστρατεύσειν διʼ αὐτῆς ἤμελλεν, ἐπεμελήθη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme