Book 53
23.4
ἐτιμᾶτο (αἴτιον δὲ ὅτι τὰ φιλανθρωπότατα καὶ τὰ εὐκλεέστατα τά τε συμφορώτατα καὶ συμβουλεύων οἱ καὶ συμπράττων οὐδʼ ἐπὶ βραχὺ τῆς δόξης αὐτῶν ἀντεποιεῖτο, ταῖς τε παρʼ αὐτοῦ τιμαῖς οὔτε ἐς πλεονεξίαν οὔτε ἐς ἀπόλαυσιν ἰδίαν ἐχρῆτο, ἀλλʼ ἔς τε τὸ αὐτῷ ἐκείνῳ καὶ ἐς τὸ
23.5
τῷ tw=| cod. Peir., om. wM. δημοσίῳ συμφέρονʼ, ὁ δὲ δὴ Γάλλος Κορνήλιος καὶ ἐξύβρισεν ὑπὸ τῆς τιμῆς. πολλὰ μὲν γὰρ καὶ μάταια ἐς τὸν Αὔγουστον ἀπελήρει, πολλὰ δὲ καὶ ἐπαίτια παρέπραττε· καὶ γὰρ καὶ εἰκόνας ἑαυτοῦ ἐν ὅλῃ ὡς εἰπεῖν τῇ Αἰγύπτῳ ἔστησε, καὶ τὰ ἔργα ὅσα ἐπεποιήκει ἐς τὰς πυραμίδας
23.6
ἐσέγραψε. e)se/graye Xiph., e)se/grafe *wM cod. Peir. κατηγορήθη τε οὖν ἐπʼ αὐτοῖς ὑπὸ Οὐαλερίου Λάργου, ἑταίρου τέ οἱ καὶ συμβιωτοῦ ὄντος, καὶ ἠτιμώθη ὑπὸ τοῦ Αὐγούστου, ὥστε καὶ ἐν τοῖς ἔθνεσιν αὐτοῦ κωλυθῆναι διαιτᾶσθαι. γενομένου δὲ τούτου καὶ ἄλλοι αὐτῷ συχνοὶ ἐπέθεντο καὶ γραφὰς κατʼ αὐτοῦ πολλὰς
23.7
ἀπήνεγκαν, a)ph/negkan Pflugk, e)ph/negkan *wM cod. Peir. καὶ ἡ γερουσία ἅπασα ἁλῶναί τε αὐτὸν ἐν τοῖς δικαστηρίοις καὶ φυγεῖν τῆς οὐσίας στερηθέντα, καὶ ταύτην τε τῷ Αὐγούστῳ δοθῆναι καὶ ἑαυτοὺς βουθυτῆσαι ἐψηφίσατο. καὶ ὁ μὲν περιαλγήσας ἐπὶ τούτοις ἑαυτὸν προκατεχρήσατο,
24.1
τὸ δὲ δὴ τῶν πολλῶν κίβδηλον καὶ ἐκ τούτου διηλέγχθη ὅτι ἐκεῖνόν τε, ὃν τέως ἐκολάκευον, οὕτω τότε διέθηκαν ὥστε καὶ αὐτοχειρίᾳ ἀποθανεῖν ἀναγκάσαι, καὶ πρὸς τὸν Λάργον ἀπέκλιναν, ἐπειδήπερ αὔξειν ἤρχετο, μέλλοντές που καὶ κατὰ τούτου τὰ αὐτά, ἄν γέ τι τοιοῦτόν οἱ
24.2
συμβῇ, ψηφιεῖσθαι. ὁ μέντοι Προκουλέιος *prokoule/ios Bs., prokou/lios *wM Xiph., *prokoulh/ios Leuncl. οὕτω πρὸς αὐτὸν ἔσχεν ὥστʼ ἀπαντήσας ποτὲ αὐτῷ τήν τε ῥῖνα καὶ τὸ στόμα τὸ ἑαυτοῦ τῇ χειρὶ ἐπισχεῖν, ἐνδεικνύμενος τοῖς συνοῦσιν ὅτι μηδʼ ἀναπνεῦσαί τινι παρόντος αὐτοῦ ἀσφάλεια
24.3
εἴη. ἄλλος τέ τις προσῆλθέ τε αὐτῷ, καίπερ ἀγνὼς ὤν, μετὰ μαρτύρων, καὶ ἐπήρετο εἰ γνωρίζοι ἑαυτόν, ἐπειδή τε ἐξηρνήσατο, ἐς γραμματεῖον τὴν ἄρνησιν αὐτοῦ ἐσέγραψεν, ὥσπερ οὐκ ἐξὸν τῷ κακῷ καὶ ὃν οὐκ ᾔδει πρότερον συκοφαντῆσαι.