Book 53
2.4
τῶν τῷ κοινῷ τι ὀφειλόντων ἔκαυσε. καὶ τὰ μὲν ἱερὰ τὰ Αἰγύπτια οὐκ ἐσεδέξατο εἴσω τοῦ πωμηρίου, τῶν δὲ δὴ ναῶν πρόνοιαν ἐποιήσατο· τοὺς μὲν γὰρ ὑπʼ ἰδιωτῶν τινων γεγενημένους τοῖς τε παισὶν αὐτῶν καὶ τοῖς ἐκγόνοις, εἴγε τινὲς περιῆσαν, ἐπισκευάσαι ἐκέλευσε, τοὺς δὲ λοιποὺς αὐτὸς ἀνεκτήσατο.
2.5
οὐ μέντοι καὶ τὴν δόξαν τῆς οἰκοδομήσεώς σφων ἐσφετερίσατο, ἀλλʼ ἀπέδωκεν αὐτοῖς τοῖς κατασκευάσασιν αὐτούς. ἐπειδή τε πολλὰ πάνυ κατά τε τὰς στάσεις κἀν τοῖς πολέμοις, ἄλλως τε καὶ ἐν τῇ τοῦ Ἀντωνίου τοῦ τε Λεπίδου συναρχίᾳ, καὶ ἀνόμως καὶ ἀδίκως ἐτετάχει, πάντα αὐτὰ διʼ ἑνὸς προγράμματος κατέλυσεν, ὅρον τὴν
2.6
ἕκτην αὑτοῦ ὑπατείαν προθείς. proqei/s Rk., prosqei/s *wM. εὐδοκιμῶν τε οὖν ἐπὶ τούτοις καὶ ἐπαινούμενος ἐπεθύμησε καὶ ἑτέραν τινὰ μεγαλοψυχίαν διαδείξασθαι, ὅπως καὶ ἐκ τοῦ τοιούτου μᾶλλον τιμηθείη, καὶ παρʼ ἑκόντων δὴ τῶν ἀνθρώπων τὴν μοναρχίαν βεβαιώσασθαι τοῦ tou= R. Steph., to\ *wM. μὴ δοκεῖν ἄκοντας αὐτοὺς βεβιάσθαι.
2.7
κἀκ τούτου τοὺς μάλιστα ἐπιτηδείους οἱ τῶν βουλευτῶν παρασκευάσας ἔς τε τὴν γερουσίαν ἐσῆλθεν ἕβδομον ὑπατεύων, καὶ ἀνέγνω τοιάδε·
3.1
“ἄπιστα μὲν εὖ οἶδʼ ὅτι δόξω τισὶν ὑμῶν, u(mw=n M, u(mi=n V. ὦ πατέρες, προῃρῆσθαι· ἃ γὰρ αὐτὸς ἕκαστος τῶν ἀκουόντων οὐκ ἂν ἐθελήσειε ποιῆσαι, ταῦτʼ οὐδὲ ἑτέρου λέγοντος πιστεύειν βούλεται, καὶ μάλισθʼ ὅτι πᾶς παντὶ τῷ ὑπερέχοντι φθονῶν ἑτοιμότερον
3.2
ἀπιστεῖ τοῖς ὑπὲρ ἑαυτὸν λεγομένοις. καὶ προσέτι καὶ γιγνώσκω τοῦθʼ, ὅτι οἱ τὰ μὴ πιστὰ δοκοῦντα εἶναι λέγοντες οὐχ ὅσον οὐ πείθουσί τινας, ἀλλὰ καὶ κόβαλοι δοκοῦσιν εἶναι. οὐ μὴν ἀλλʼ εἰ μέν τι τοιοῦτον ἐπηγγελλόμην ὃ μὴ παραχρῆμα ποιήσειν ἔμελλον, σφόδρα ἂν ἀπώκνησα αὐτὸ ἐκφῆναι, μὴ καὶ αἰτίαν τινὰ μοχθηρὰν ἀντὶ χάριτος λάβω·
3.3
νῦν δʼ ὁπότε εὐθὺς καὶ τήμερον ἐπακολουθήσει τὸ ἔργον αὐτῷ, πάνυ θαρσούντως ἔχω μὴ μόνον μηδεμίαν αἰσχύνην ψευδολογίας ὀφλήσειν, ἀλλὰ