Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 53

33.3 κἀν τῷ αὐτῷ τούτῳ ἔτει ἀγορανόμον τέ τινα τῶν καταδεεστέρων ἀποθανόντα Γάιος Καλπούρνιος, καίτοι προηγορανομηκὼς ἐν τοῖς ἀμείνοσι, διεδέξατο, ὅπερ ἐπʼ οὐδενὸς ἄλλου μνημονεύεται γενόμενον· κἀν ταῖς ἀνοχαῖς δύο καθʼ ἑκάστην ἡμέραν ἐπολιάρχησαν, καὶ εἷς γέ τις αὐτῶν οὐδʼ ἐς μειράκιά meira/kia/ v. Hers., meira/kio/n *wM. πω τελῶν ὅμως ἦρξεν.
33.4 αἰτίαν μὲν οὖν ἡ Λιουία τοῦ θανάτου τοῦ Μαρκέλλου ἔσχεν, ὅτι τῶν υἱέων αὐτῆς προετετίμητο· ἐς ἀμφίβολον δʼ οὖν ἡ ὑποψία αὕτη καὶ ὑπʼ ἐκείνου τοῦ ἔτους καὶ ὑπὸ τοῦ ἔπειτα, οὕτω νοσωδῶν γενομένων noswdw=n genome/nwn Bk., nosw/dous genome/nou *wM. ὥστε πάνυ πολλοὺς ἐν αὐτοῖς
33.5 ἀπολέσθαι, κατέστη. καὶ φιλεῖ γάρ πως ἀεί τι πρὸ τῶν τοιούτων προσημαίνεσθαι, τότε μὲν λύκος τε ἐν τῷ ἄστει συνελήφθη, καὶ πῦρ χειμών τε πολλοῖς οἰκοδομήμασιν ἐλυμήνατο, ὅ τε Τίβερις αὐξηθεὶς τήν τε γέφυραν τὴν ξυλίνην κατέσυρε καὶ τὴν πόλιν πλωτὴν ἐπὶ τρεῖς ἡμέρας ἐποίησε.
← Previous 32 / 32

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme