Book 53
7.1
τί γὰρ ἄν τις καὶ παρεξετάσειεν αὐτῷ; τὴν Γαλατίας ἅλωσιν ἢ τὴν Παννονίας δούλωσιν ἢ τὴν Μυσίας χείρωσιν ἢ τὴν Αἰγύπτου καταστροφήν; ἀλλὰ τὸν Φαρνάκην τὸν Ἰούβαν τὸν Φραάτην, τὴν ἐπὶ τοὺς Βρεττανοὺς στρατείαν, τὴν τοῦ Ῥήνου διάβασιν; καίτοι τοσαῦτα καὶ τοιαῦτα ταῦτά ἐστιν ὅσα καὶ οἷα οὐδὲ σύμπαντες οἱ πατέρες ἡμῶν ἐν παντὶ τῷ πρόσθεν χρόνῳ
7.2
πεποιήκασιν. ἀλλʼ ὅμως οὔτε τούτων τι τῷ παρόντι ἔργῳ παραβαλεῖν ἐστιν ἄξιον, οὔθʼ ὅτι τοὺς ἐμφυλίους πολέμους καὶ μεγίστους καὶ ποικιλωτάτους διὰ πάντων γενομένους καὶ διεπολεμήσαμεν καλῶς καὶ διεθέμεθα φιλανθρώπως, τοῦ μὲν ἀντιστάντος ὡς καὶ πολεμίου παντὸς panto\s M, tino\s V. κρατήσαντες, τὸ δʼ ὑπεῖξαν ὡς καὶ φίλιον πᾶν περισώσαντες,
7.3
ὥστʼ εἴπερ ποτὲ καὶ αὖθις πεπρωμένον εἴη τὴν πόλιν ἡμῶν ei)/h th\n po/lin h(mw=n *w, h(mw=n ei)/h th\n po/lin M. νοσῆσαι, τοῦτον αὐτὴν τὸν τρόπον εὔξασθαί τινα στασιάσαι· τὸ γάρ τοι τοσοῦτόν τε ἰσχύσαντας ἡμᾶς καὶ οὕτω καὶ τῇ ἀρετῇ καὶ τῇ τύχῃ ἀκμάσαντας ὥστε καὶ ἑκόντων καὶ ἀκόντων ὑμῶν αὐταρχῆσαι δυνηθῆναι, μήτε ἐκφρονῆσαι μήτε τῆς μοναρχίας ἐπιθυμῆσαι, ἀλλὰ καὶ ἐκεῖνον διδομένην αὐτὴν ἀπώσασθαι καὶ ἐμὲ δεδομένην ἀποδιδόναι, ὑπὲρ ἄνθρωπόν
7.4
ἐστιν. λέγω δὲ ταῦτα οὐκ ἄλλως ἐπικομπῶν (οὐδὲ γὰρ ἂν εἶπον αὐτὰ ἀρχήν, εἰ καὶ ὁτιοῦν πλεονεκτήσειν ἀπʼ αὐτῶν ἤμελλονʼ, ἀλλʼ ἵνα εἰδῆτε ὅτι πολλῶν καὶ μεγάλων ἔς τε τὸ κοινὸν εὐεργετημάτων καὶ ἐς τὰ οἰκεῖα σεμνολογημάτων ἡμῖν ὄντων, ἐπὶ τούτῳ μάλιστα ἀγαλλόμεθα ὅτι, ὧν ἕτεροι καὶ βιαζόμενοί τινας ἐπιθυμοῦσι, ταῦθʼ
8.1
ἡμεῖς οὐδʼ ἀναγκαζόμενοι προσιέμεθα. τίς μὲν γὰρ ἂν μεγαλοψυχότερός μου, ἵνα μὴ καὶ τὸν πατέρα τὸν μετηλλαχότα αὖθις εἴπω, τίς δὲ δαιμονιώτερος εὑρεθείη; ὅστις, ὦ Ζεῦ καὶ Ἥρακλες, στρατιώτας τοσούτους καὶ τοιούτους, καὶ πολίτας καὶ συμμάχους, φιλοῦντάς με ἔχων, καὶ πάσης μὲν τῆς ἐντὸς τῶν Ἡρακλείων στηλῶν θαλάσσης πλὴν ὀλίγων κρατῶν, ἐν πάσαις δὲ ταῖς ἠπείροις