Book 53
8.2
καὶ πόλεις καὶ ἔθη κεκτημένος, καὶ μήτʼ ἀλλοφύλου τινὸς ἔτι προσπολεμοῦντός μοι μήτʼ οἰκείου στασιάζοντος, ἀλλὰ πάντων ὑμῶν καὶ εἰρηνούντων καὶ ὁμονοούντων καὶ εὐθενούντων eu)qenou/ntwn Dind., eu)qhnou/ntwn Rk., eu)sqenou/ntwn *wM. καὶ τὸ μέγιστον ἐθελοντηδὸν πειθαρχούντων, ἔπειθʼ ἑκούσιος αὐτεπάγγελτος καὶ ἀρχῆς τηλικαύτης ἀφίσταμαι καὶ οὐσίας τοσαύτης ἀπαλλάττομαι.
8.3
ὥστʼ εἴπερ ὁ Ὁράτιος ὁ Μούκιος ὁ Κούρτιος ὁ Ῥήγουλος οἱ Δέκιοι καὶ κινδυνεῦσαι καὶ ἀποθανεῖν ὑπὲρ τοῦ μέγα τι καὶ καλὸν πεποιηκέναι δόξαι ἠθέλησαν, πῶς οὐκ ἂν ἐγὼ μᾶλλον ἐπιθυμήσαιμι τοῦτο πρᾶξαι ἐξ οὗ κἀκείνους καὶ τοὺς ἄλλους ἅμα πάντας ἀνθρώπους εὐκλείᾳ ζῶν
8.4
ὑπερβαλῶ; μὴ γάρ τοι νομίσῃ τις ὑμῶν u(mw=n M, h(mw=n V. τοὺς μὲν πάλαι Ῥωμαίους καὶ ἀρετῆς καὶ εὐδοξίας ἐφεῖσθαι, νῦν δὲ ἐξίτηλον ἐν τῇ πόλει πᾶν τὸ ἀνδρῶδες γεγονέναι. μὴ μέντοι μηδʼ ὑποπτεύσῃ ὅτι προέσθαι τε ὑμᾶς καὶ πονηροῖς τισιν ἀνδράσιν ἐπιτρέψαι, ἢ καὶ ὀχλοκρατίᾳ τινί, ἐξ ἧς οὐ μόνον οὐδὲν χρηστὸν ἀλλὰ καὶ πάντα τὰ δεινότατα ἀεὶ πᾶσιν ἀνθρώποις γίγνεται, ἐκδοῦναι βούλομαι.
8.5
ὑμῖν γάρ, ὑμῖν τοῖς ἀρίστοις καὶ φρονιμωτάτοις πάντα τὰ κοινὰ ἀνατίθημι. ἐκεῖνο μὲν γὰρ οὐδέποτʼ ἂν ἐποίησα, οὐδʼ εἰ μυριάκις ἀποθανεῖν ἢ καὶ μοναρχῆσαί με ἔδει· τοῦτο δὲ καὶ ὑπὲρ
8.6
ἐμαυτοῦ καὶ ὑπὲρ τῆς πόλεως ποιῶ. αὐτός τε γὰρ καὶ πεπόνημαι καὶ τεταλαιπώρημαι, καὶ οὐκέτʼ οὔτε τῇ ψυχῇ οὔτε τῷ σώματι ἀντέχειν δύναμαι· καὶ προσέτι καὶ τὸν φθόνον καὶ τὸ μῖσος, ἃ καὶ πρὸς τοὺς ἀρίστους ἄνδρας ἐγγίγνεταί τισι, τάς τε ἐξ αὐτῶν ἐπιβουλὰς προορῶμαι.
8.7
καὶ διὰ ταῦτα καὶ ἰδιωτεῦσαι μᾶλλον εὐκλεῶς ἢ μοναρχῆσαι ἐπικινδύνως αἱροῦμαι. καὶ τὰ κοινὰ κοινῶς ἂν πολὺ βέλτιον ἅτε be/ltion a(/te Rk., belti/ona/ te *wM. καὶ ὑπὸ πολλῶν ἅμα διαγόμενα καὶ μὴ ἐς ἕνα τινὰ ἀνηρτημένα διοικοῖτο.