Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 53

10.1 καίτοι καὶ καθʼ ἕκαστον τῶν μειζόνων οὐκ ἂν ὀκνήσαιμι ὑμῖν ἐν κεφαλαίοις ὅσα χρὴ πράττειν ὑποθέσθαι. τίνα δὲ ταῦτά ἐστι; πρῶτον μὲν τοὺς κειμένους νόμους ἰσχυρῶς φυλάττετε, καὶ μηδένα αὐτῶν μεταβάλητε· τὰ γὰρ ἐν ταὐτῷ μένοντα, κἂν χείρω ᾖ, συμφορώτερα τῶν ἀεὶ καινοτομουμένων, κἂν βελτίω εἶναι δοκῇ, ἐστίν.
10.2 ἔπειτα δέ, ὅσα προστάττουσιν ὑμῖν οὗτοι ποιεῖν καὶ ὅσων ἀπαγορεύουσιν ἀπέχεσθαι, μὴ τῷ λόγῳ μόνον ἀλλὰ καὶ τῷ ἔργῳ, μηδʼ ἐν τῷ κοινῷ μόνον ἀλλὰ καὶ ἰδίᾳ ἀκριβῶς παρατηρεῖσθε, parathrei=sqe R. Steph., parathrei=sqai *wM.
10.3 ὅπως μὴ τιμωρίας ἀλλὰ τιμῶν τυγχάνητε. τάς τε ἀρχὰς καὶ τὰς εἰρηνικὰς καὶ τὰς πολεμικὰς τοῖς ἀεὶ ἀρίστοις τε καὶ ἐμφρονεστάτοις ἐπιτρέπετε, μήτε φθονοῦντές τισι, tisi M, tini V. μήθʼ ὑπὲρ τοῦ τὸν δεῖνα ἢ τὸν δεῖνα πλεονεκτῆσαί τι, ἀλλʼ ὑπὲρ τοῦ τὴν πόλιν καὶ σώζεσθαι καὶ εὐπραγεῖν
10.4 φιλοτιμούμενοι. καὶ τοὺς μὲν τοιούτους τιμᾶτε, τοὺς δʼ ἄλλως πως πολιτευομένους κολάζετε. καὶ τὰ μὲν ἴδια κοινὰ τῇ πόλει παρέχετε, τῶν δὲ δημοσίων ὡς ἀλλοτρίων ἀπέχεσθε. καὶ τὰ μὲν ὑπάρχονθʼ ὑμῖν ἀκριβῶς φυλάττετε, τῶν δὲ μὴ
10.5 προσηκόντων μηδαμῶς ἐφίεσθε. καὶ τοὺς μὲν συμμάχους καὶ τοὺς ὑπηκόους μήθʼ ὑβρίζετε μήτε ἐκχρηματίζεσθε, τοὺς δὲ πολεμίους μήτʼ ἀδικεῖτε μήτε φοβεῖσθε. τὰ μὲν ὅπλα ἐν ταῖς χερσὶν ἀεὶ ἔχετε, μὴ μέντοι μήτε κατʼ ἀλλήλων
10.6 μήτε κατὰ τῶν εἰρηνούντων αὐτοῖς χρῆσθε. xrh=sqe M, xrh=sqai V. τούς τε στρατιώτας τρέφετε μὲν ἀρκούντως, ὥστε μηδενὸς τῶν ἀλλοτρίων διʼ ἀπορίαν ἐπιθυμῆσαι, συνέχετε δὲ καὶ σωφρονίζετε, ὥστε μηδὲν κακὸν διὰ θρασύτητα δρᾶσαι.
10.7 ἀλλὰ τί δεῖ μακρολογεῖν, πάνθʼ ἃ προσήκει ποιεῖν ὑμᾶς ἐπεξιόντα; καὶ γὰρ τὰ λοιπὰ ῥᾳδίως ἂν ἐκ τούτων ὡς χρὴ πράττεσθαι συνίδοιτε. suni/doite Pflugk, sunei/doite *wM. ἓν οὖν ἔτι τοῦτο εἰπὼν παύσομαι, ὅτι ἂν μὲν οὕτω πολιτεύσησθε, αὐτοί τε εὐδαιμονήσετε καὶ ἐμοὶ χαριεῖσθε, ὅστις ὑμᾶς στασιάζοντας κακῶς λαβὼν
10.8 τοιούτους ἀπέδειξα, ἂν δʼ ἀδυνατήσητε καὶ ὁτιοῦν αὐτῶν πρᾶξαι, ἐμὲ μὲν μετανοῆσαι ποιήσετε, τὴν δὲ δὴ πόλιν ἔς τε πολέμους πολλοὺς καὶ ἐς κινδύνους μεγάλους αὖθις ἐμβαλεῖτε.”

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme