Book 54
15.6
ὑπατευκότων ἐπῆγε. τοὺς μὲν γὰρ ἄλλους ἐν τῇ καθηκούσῃ τάξει ἐπεψήφιζε, τῶν δʼ ὑπατευκότων πρῶτόν τέ τινα καὶ δεύτερον τρίτον τε ἕτερον καὶ τέταρτον, τούς τε λοιποὺς ὁμοίως, ὥς που καὶ ἐβούλετο· καὶ τοῦτο καὶ οἱ ὕπατοι ἐποίουν. οὕτω
15.7
μὲν δὴ τὸν Λέπιδον μετεχειρίζετο, καὶ ἐπειδή γε Ἀντίστιος Λαβεὼν ἐς τοὺς βουλεύσοντας bouleu/sontas R. Steph., bouleu/santas M. αὐτόν, ὅτε ἡ διαγνώμη o(/te h( diagnw/mh Rk., o(/ti i)di/ai gnw/mhi M. ἐκείνη ἐγίγνετο, ἐσεγράψατο, πρῶτον μὲν ἐπιωρκηκέναι τε αὐτὸν ἔφη καὶ τιμωρήσεσθαι ἠπείλησεν, ἔπειτα δὲ εἰπόντος αὐτοῦ “καὶ τί δεινὸν πεποίηκα κατασχὼν ἐν τῷ συνεδρίῳ ἄνδρα ὃν σὺ ἀρχιέρεων ἔτι καὶ νῦν περιορᾷς
15.8
ὄντα;” οὐκέτʼ οὐδεμίαν ὀργὴν ἐποιήσατο· πολλάκις γὰρ καὶ ἰδίᾳ καὶ κοινῇ τῆς ἱερωσύνης ταύτης ἀξιούμενος οὐκ ἐδικαίωσε ζῶντος τοῦ Λεπίδου λαβεῖν αὐτήν. Ἀντίστιος μὲν οὖν τοῦτό τε οὐκ ἀπὸ καιροῦ εἰπεῖν ἔδοξε, καί ποτε λόγων ἐν τῇ βουλῇ γιγνομένων ὡς χρεὼν εἴη τὸν Αὔγουστον ἐκ διαδοχῆς σφας φρουρεῖν, ἔφη, μήτʼ ἀντειπεῖν τολμῶν μήτε συγκαταθέσθαι ὑπομένων, ὅτι “ῥέγκω καὶ οὐ δύναμαι αὐτοῦ προκοιτῆσαι.”
16.1
ὁ δʼ οὖν Αὔγουστος ἄλλα τε ἐνομοθέτησε, καὶ τοὺς δεκάσαντας τινας ἐπὶ ταῖς ἀρχαῖς ἐς πέντε ἔτη αὐτῶν εἶρξε. ei)=rce R. Steph., ei(=rce M. τοῖς τε ἀγάμοις καὶ ταῖς ἀνάνδροις βαρύτερα τὰ ἐπιτίμια ἐπέταξε, καὶ ἔμπαλιν τοῦ τε γάμου καὶ τῆς παιδοποιίας ἆθλα
16.2
ἔθηκεν. ἐπειδή τε πολὺ πλεῖον τὸ ἄρρεν τοῦ θήλεος τοῦ εὐγενοῦς ἦν, ἐπέτρεψε καὶ ἐξελευθέρας τοῖς ἐθέλουσι, πλὴν τῶν βουλευόντων, ἄγεσθαι, ἔννομον τὴν τεκνοποιίαν αὐτῶν εἶναι κελεύσας.
16.3
κἀν τούτῳ καταβοήσεως kataboh/sews R. Steph., katebo/hsen M. ἐν τῷ συνεδρίῳ περί τε τῆς τῶν γυναικῶν καὶ περὶ τῆς τῶν νεανίσκων ἀκοσμίας, πρὸς ἀπολογίαν δή τινα τοῦ μὴ ῥᾳδίως δι’ αὐτὴν τὰς τῶν γάμων συναλλαγὰς ποιεῖσθαι, γενομένης, καὶ ἐναγόντων αὐτὸν καὶ ἐκείνην ἐπανορθῶσαι χλευασμῷ ὅτι πολλαῖς γυναιξὶν ἐχρῆτο,