Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 54

arg. Τιβ. Κλαύδιος *tib. *klau/dios H. Steph., t b kl *w, tib. kl. M. Τιβ. υἱ. Νέρων
arg. π. Κυιντίλιος *kuinti/lios Xyl., k ui *wM. Σέξτου υἱ. Οὐᾶρος ὕπ.
arg. μ. Οὐαλέριος *ou)a=ros M. *ou)ale/rios Xyl., ou)aupteros ou)a/rios *w, ou) aup gerosoua/rois M. μ. M. H. Steph., ma/rkou *wM. υἱ. Μεσσάλας Βάρβατος *messa/las *ba/rbatos Xyl., me/ssalos a)/rbatos *wM.
arg. π. Σουλπίκιος Π. υἱ. Κυρίνιος ὕπ.
arg. Παῦλος Φάβιος *fa/bios Xyl., fl *wM. κ. υἱ. Μάξιμος
arg. κ. Αἴλιος K. *ai)/lios H. Steph., kai l *wM. κ. υἱ. Τουβέρων
arg. Ἰοῦλλος *)iou=llos Bs., i)ou/lios *wM. Ἀντώνιος *)antw/nios Xyl., a)ntwni=nos *wM. μ. υἱ.
arg. Αφρικανὸς Κ. Φάβιος Κ. υἱ. ὕπ. u(/p. Supplied by Bs.
1.1 τῷ δʼ ἐπιγιγνομένῳ e)pigignome/nw| Bk., e)pigenome/nw *wM. ἔτει, ἐν ᾧ Μᾶρκος τε Μάρκελλος καὶ Λούκιος Ἀρρούντιος ὑπάτευσαν, ἥ τε πόλις πελαγίσαντος αὖθις τοῦ ποταμοῦ ἐπλεύσθη, καὶ κεραυνοῖς ἄλλα τε πολλὰ ἐβλήθη καὶ οἱ ἀνδριάντες οἱ ἐν τῷ Πανθείῳ, ὥστε καὶ τὸ δόρυ ἐκ τῆς τοῦ Αὐγούστου χειρὸς ἐκπεσεῖν. πονούμενοι οὖν ὑπό τε τῆς νόσου καὶ ὑπὸ τοῦ
1.2 λιμοῦ (ἔν τε γὰρ τῇ Ἰταλίᾳ πάσῃ ὁ λοιμὸς ἐγένετο καὶ τὴν χώραν οὐδεὶς εἰργάσατο· δοκῶ δʼ ὅτι καὶ ἐν τοῖς ἔξω χωρίοις τὸ αὐτὸ τοῦτο συνηνέχθἠ νομίσαντες οἱ Ῥωμαῖοι οὐκ ἄλλως σφίσι ταῦτα συμβεβηκέναι, ἀλλʼ ὅτι μὴ καὶ τότε ὑπατεύοντα
1.3 τὸν Αὔγουστον ἔσχον, δικτάτορα αὐτὸν ἠθέλησαν προχειρίσασθαι, καὶ τήν τε βουλὴν κατακλείσαντες ἐς τὸ συνέδριον ἐπηνάγκασαν τοῦτο ψηφίσασθαι, ἀπειλοῦντές σφας καταπρήσειν, καὶ μετὰ ταῦτα τὰς ῥάβδους τὰς τέσσαρας καὶ εἴκοσι λαβόντες προσῆλθον αὐτῷ, au)tw=| Zon., au)to\n *wM. δικτάτορά τε ἅμα δεόμενοι λεχθῆναι καὶ ἐπιμελητὴν τοῦ σίτου, καθάπερ ποτὲ τὸν Πομπήιον, γενέσθαι.
1.4 καὶ ὃς τοῦτο μὲν ἀναγκαίως ἐδέξατο, καὶ ἐκέλευσε δύο ἄνδρας τῶν πρὸ πέντε που ἀεὶ ἐτῶν ἐστρατηγηκότων πρὸς τὴν τοῦ σίτου διανομὴν κατʼ ἔτος αἱρεῖσθαι, τὴν δὲ δικτατορίαν οὐ προσήκατο, ἀλλὰ καὶ τὴν ἐσθῆτα προσκατερρήξατο, ἐπειδὴ μηδένα τρόπον ἄλλως σφᾶς ἐπισχεῖν, μήτε διαλεγόμενος
1.5 μήτε δεόμενος, ἠδυνήθη· τήν τε γὰρ ἐξουσίαν καὶ τὴν τιμὴν καὶ ὑπὲρ τοὺς δικτάτορας ἔχων, ὀρθῶς τό τε ἐπίφθονον καὶ τὸ μισητὸν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme