Book 54
24.5
ἐποιεῖτο. πυθόμενος οὖν ταῦτα ὁ Ἀγρίππας τὸν Πολέμωνα ἐπʼ αὐτόν, τὸν τοῦ Πόντου τοῦ πρὸς τῇ Καππαδοκίᾳ ὄντος βασιλεύοντα, ἔπεμψε· καὶ ὃς Σκριβώνιον μὲν οὐκέτι περιόντα κατέλαβε (μαθόντες γὰρ οἱ Βοσπόριοι τὴν ἐπιβολὴν e)pibolh\n Rk., e)piboulh\n M. αὐτοῦ προαπέκτειναν αὐτόνʼ, ἀντιστάντων δέ οἱ ἐκείνων δέει τοῦ μὴ βασιλεύεσθαι αὐτῷ δοθῆναι, ἐς χεῖράς
24.6
σφισιν ἦλθε. καὶ ἐνίκησε μέν, οὐ μὴν καὶ παρεστήσατό σφας πρὶν τὸν Ἀγρίππαν ἐς Σινώπην ἐλθεῖν ὡς καὶ ἐπʼ αὐτοὺς στρατεύσοντα. οὕτω δὲ τά τε ὅπλα κατέθεντο καὶ τῷ Πολέμωνι παρεδόθησαν· ἥ τε γυνὴ ἡ Δύναμις συνῴκησεν αὐτῷ τοῦ
24.7
Αὐγούστου δῆλον ὅτι ταῦτα δικαιώσαντος. καὶ ἐπʼ αὐτοῖς θυσίαι μὲν τῷ τοῦ Ἀγρίππου ὀνόματι ἐγένοντο, οὐ μέντοι καὶ τὰ ἐπινίκια καίτοι ψηφισθέντα αὐτῷ ἐπέμφθη· οὔτε γὰρ ἔγραψεν ἀρχὴν ἐς τὸ συνέδριον ὑπὲρ τῶν πραχθέντων οὐδέν, ἀφʼ οὗ δὴ καὶ οἱ μετὰ ταῦτα, νόμῳ τινὶ τῷ ἐκείνου τρόπῳ χρώμενοι, οὐδʼ αὐτοί τι τῷ κοινῷ ἔτʼ ἐπέστελλον, οὔτε τὴν πέμψιν τῶν νικητηρίων
24.8
ἐδέξατο· e)de/cato Bk., e)de/canto *wM. καὶ διὰ τοῦτο οὐδʼ ἄλλῳ τινὶ ἔτι τῶν ὁμοίων αὐτῷ, ὥς γε καὶ ἐγὼ κρίνω, ποιῆσαι τοῦτο ἐδόθη, ἀλλὰ μόναις ταῖς ἐπινικίοις τιμαῖς ἐγαυροῦντο.
25.1
ὁ δʼ οὖν d' ou)=n Pflugk, gou=n *wM. Αὔγουστος ἐπειδὴ πάντα τά τε ἐν ταῖς Γαλατίαις καὶ τὰ ἐν ταῖς Γερμανίαις ταῖς τʼ Ἰβηρίαις, πολλὰ μὲν ἀναλώσας ὡς ἑκάστοις πολλὰ δὲ καὶ παρʼ ἑτέρων λαβών, τήν τε ἐλευθερίαν καὶ τὴν πολιτείαν τοῖς μὲν δοὺς τοὺς δʼ ἀφελόμενος, διῳκήσατο, τὸν μὲν Δροῦσον ἐν τῇ Γερμανίᾳ κατέλιπεν, αὐτὸς δὲ ἐς τὴν Ῥώμην ἐπί τε τοῦ Τιβερίου καὶ ἐπὶ Κυιντιλίου *kuintili/ou R. Steph., kuinti/llou *wM. Οὐάρου ὑπάτων
25.2
ἀνεκομίσθη. καὶ ἔτυχε γὰρ ἡ ἀγγελία τῆς ἀφίξεως αὐτοῦ ἐν ἐκείναις ταῖς ἡμέραις ἐς τὸ ἄστυ ἐλθοῦσα ἐν αἷς Κορνήλιος Βάλβος τὸ θέατρον τὸ καὶ νῦν ἐπʼ αὐτοῦ καλούμενον καθιερώσας θέας ἐπετέλει, ἐπί τε τούτῳ ὡς καὶ αὐτὸς τὸν Αὔγουστον ἐπανάξων ἐσεμνύνετο, καίτοι ὑπὸ τοῦ πλήθους τοῦ ὕδατος, ὅπερ ὁ Τίβερις πλεονάσας ἐπεποιήκει, μηδὲ ἐσελθεῖν ἐς τὸ θέατρον εἰ μὴ πλοίῳ δυνηθείς, καὶ ὁ Τιβέριος πρῶτον αὐτὸν ἐπὶ τῇ τοῦ θεάτρου