Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 54

26.3 ἐκ δὲ τούτου ἐξέτασις αὖθις τῶν βουλευτῶν ἐγένετο. ἐπειδὴ γὰρ τὸ μὲν πρῶτον δέκα μυριάδων τὸ τίμημα αὐτοῖς ὥριστο διὰ τὸ συχνοὺς τῶν πατρῴων ὑπὸ τῶν πολέμων ἐστερῆσθαι, προϊόντος δὲ τοῦ χρόνου καὶ τῶν ἀνθρώπων περιουσίας κτωμένων ἐς πέντε καὶ εἴκοσι προήχθη, οὐκέτʼ
26.4 οὐδεὶς ἐθελοντὶ e)qelonti\ R. Steph., e)qelonth= *wM. βουλεύσων εὑρίσκετο, ἀλλὰ καὶ παῖδες εἰσὶν οἳ καὶ ἔγγονοι βουλευτῶν, οἱ μὲν ὡς ἀληθῶς πενόμενοι οἱ δὲ καὶ ἐκ συμφορῶν προγονικῶν τεταπεινωμένοι, οὐχ ὅσον οὐκ ἀντεποιοῦντο τοῦ βουλευτικοῦ ἀξιώματος, ἀλλὰ καὶ προσκατειλεγμένοι
26.5 ἤδη ἐξώμνυντο. καὶ διὰ τοῦτο πρότερον μέν, ἀποδημοῦντος ἔτι τοῦ Αὐγούστου, δόγμα ἐγένετο τοὺς εἴκοσι καλουμένους ἄνδρας ἐκ τῶν ἱππέων ἀποδείκνυσθαι· ὅθεν οὐκέτʼ οὐδεὶς αὐτῶν ἐς τὸ βουλευτήριον ἐσεγράφη, μὴ καὶ ἑτέραν τινὰ ἀρχὴν τῶν ἐς αὐτὸ ἐσάγειν δυναμένων λαβών.
26.6 οἱ δὲ δὴ oi( de\ dh\ Rk., ei)/te dh\ *w, oi)/ te dh\ M. εἴκοσιν οὗτοι ἄνδρες ἐκ τῶν ἓξ καὶ εἴκοσίν εἰσιν, οἵ τε τρεῖς οἱ τὰς τοῦ θανάτου δίκας προστεταγμένοι, καὶ οἱ ἕτεροι τρεῖς οἱ τὸ τοῦ νομίσματος κόμμα μεταχειριζόμενοι, οἵ τε τέσσαρες οἱ τῶν ἐν τῷ ἄστει ὁδῶν ἐπιμελούμενοι, καὶ οἱ δέκα οἱ ἐπὶ τῶν δικαστηρίων τῶν ἐς τοὺς ἑκατὸν
26.7 ἄνδρας κληρουμένων ἀποδεικνύμενοι· οἱ γὰρ δὴ δύο οἱ τὰς ἔξω τοῦ τείχους ὁδοὺς ἐγχειριζόμενοι, οἵ τε τέσσαρες οἱ ἐς τὴν Καμπανίαν πεμπόμενοι, κατελέλυντο. τοῦτό τε οὖν ἐν τῇ τοῦ Αὐγούστου ἐκδημίᾳ ἐψηφίσθη, καὶ ἵνʼ, ἐπειδὴ μηδεὶς ἔτι ῥᾳδίως τὴν δημαρχίαν ᾔτει, h)/|tei M, h)/toi V. κλήρῳ τινὲς tine\s Leuncl., tina\s *wM. ἐκ τῶν τεταμιευκότων καὶ μήπω τεσσαράκοντα ἔτη γεγονότων
26.8 καθιστῶνται. τότε δὲ αὐτὸς πάντας αὐτοὺς ἐξήτασε, καὶ τὰ μὲν τῶν ὑπὲρ πέντε καὶ τριάκοντα ἔτη γεγονότων οὐκ ἐπολυπραγμόνησε, τοὺς δὲ ἐντός τε τῆς ἡλικίας ταύτης ὄντας καὶ τὸ τίμημα ἔχοντας βουλεῦσαι κατηνάγκασε, χωρὶς ἢ εἴ τις
26.9 ἀνάπηρος ἦν. καὶ τὰ μὲν σώματα καὶ αὐτός που αὐτῶν au)tw=n M, au)to\n V. ἑώρα, περὶ δὲ δὴ τῶν οὐσιῶν ὅρκοις ἐπιστοῦτο αὐτῶν τε ἐκείνων καὶ ἑτέρων συνομνύντων σφίσι καὶ λογισμὸν τῆς τε ἀπορίας ἅμα καὶ τοῦ βίου διδόντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme