Book 54
2.1
τῆς ἐπικλήσεως αὐτῶν au)tw=n M, au)to\n V. ἐφυλάξατο. τὸ δʼ αὐτὸ τοῦτο καὶ τιμητὴν αὐτὸν διὰ βίου χειροτονῆσαι βουλομένων ἐποίησεν· οὔτε γὰρ τὴν ἀρχὴν ὑπέστη, καὶ εὐθὺς ἑτέρους τιμητάς, Παῦλόν τε Αἰμίλιον Λέπιδον καὶ Λούκιον Μουνάτιον Πλάγκον, τοῦτον μὲν ἀδελφὸν τοῦ Πλάγκου ἐκείνου τοῦ ἐπικηρυχθέντος ὄντα, τὸν δὲ δὴ Λέπιδον αὐτὸν
2.2
τότε θανατωθέντα, ἀπέδειξεν. ἔσχατοι δὴ dh\ *w, om. M. οὗτοι τὴν τιμητείαν ἰδιῶται ἅμα ἔσχον, ὥσπερ που καὶ παραχρῆμα αὐτοῖς ἐδηλώθη· τὸ γὰρ βῆμα ἀφʼ οὗ τι πράξειν τῶν προσηκόντων σφίσιν ἤμελλον, συνέπεσεν ἀναβάντων αὐτῶν ἐν τῇ πρώτῃ τῆς ἀρχῆς ἡμέρᾳ καὶ συνετρίβη, καὶ μετὰ τοῦτʼ οὐδένες ἄλλοι τιμηταὶ ὅμοιοι αὐτοῖς ἅμα
2.3
ἐγένοντο. καὶ τότε δὲ ὁ Αὔγουστος, καίπερ ἐκείνων αἱρεθέντων, πολλὰ τῶν ἐς αὐτοὺς ἀνηκόντων ἔπραξε. τῶν τε συσσιτίων τὰ μὲν παντελῶς κατέλυσε, τὰ δὲ πρὸς τὸ σωφρονέστερον συνέστειλε. καὶ τοῖς μὲν στρατηγοῖς τὰς πανηγύρεις πάσας προσέταξεν, ἔκ τε τοῦ δημοσίου
2.4
δίδοσθαί τι αὐτοῖς κελεύσας, καὶ προσαπειπὼν μήτε ἐς ἐκείνας οἴκοθέν τινα πλεῖον τοῦ ἑτέρου ἀναλίσκειν μήθʼ ὁπλομαχίαν μήτʼ ἄλλως εἰ μὴ ἡ βουλὴ ψηφίσαιτο, μήτʼ αὖ πλεονάκις ἢ δὶς ἐν ἑκάστῳ ἔτει, μήτε πλειόνων εἴκοσι καὶ ἑκατὸν ἀνδρῶν ποιεῖν· τοῖς δʼ ἀγορανόμοις τοῖς κουρουλίοις τὴν τῶν ἐμπιμπραμένων e)mpimprame/nwn Dind., e)mpiprame/nwn *wM. κατάσβεσιν ἐνεχείρισεν, ἑξακοσίους σφίσι βοηθοὺς δούλους δούς.
2.5
ἐπειδή τε e)peidh/ te *w, e)peidh/ per M. καὶ ἱππῆς i(pph=s M, i(ppei=s V. καὶ γυναῖκες ἐπιφανεῖς ἐν τῇ ὀρχήστρᾳ καὶ τότε γε ἐπεδείξαντο, ἀπηγόρευσεν οὐχ ὅτι τοῖς παισὶ τῶν βουλευτῶν, ὅπερ που καὶ πρὶν ἐκεκώλυτο, ἀλλὰ καὶ τοῖς ἐγγόνοις, τοῖς γε ge Rk., te *wM. ἐν τῇ ἱππάδι δῆλον ὅτι ἐξεταζομένοις, μηδὲν ἔτι τοιοῦτο δρᾶν.
3.1
καὶ ἐν μὲν τούτοις τό τε τοῦ νομοθέτου καὶ τὸ τοῦ αὐτοκράτορος καὶ σχῆμα καὶ ὄνομα ἐπεδείκνυτο, e)pedei/knuto *w, a)pedei/knuto M. ἐν δὲ δὴ τοῖς ἄλλοις ἐμετρίαζεν, ὥστε καὶ