Book 54
29.5
κελεύσαντος διένειμε. τῶν τε γὰρ πλείστων αὐτοῦ ἐκληρονόμησεν, ἐν οἷς ἄλλα τε καὶ ἡ Χερρόνησος ἦν h)=n supplied by Bs. ἡ πρὸς τῷ Ἑλλησπόντῳ, οὐκ οἶδʼ ὅπως ἐς τὸν Ἀγρίππαν ἐλθοῦσα· καὶ πάνυ ἐπὶ πολὺ αὐτὸν ἐπόθησεν, καὶ διὰ τοῦτο καὶ ἔντιμον παρὰ τῷ δήμῳ ἐποίησε, τόν τε υἱὸν τὸν τελευτήσαντί οἱ γεννηθέντα Ἀγρίππαν προσηγόρευσεν.
29.6
οὐ μέντοι οὔτε τοῖς ἄλλοις ἐκλιπεῖν τι τῶν πατρίων, καίπερ μηδενὸς τῶν πρώτων ἐς τὰς πανηγύρεις ἀπαντῆσαι ἐθέλοντος, ἐπέτρεψε, καὶ αὐτὸς τὰς μονομαχίας διετέλεσε· πολλάκις τε te Bs., ge *wM.
29.7
καὶ ἀπόντος αὐτοῦ ἐποιοῦντο. οὕτω γοῦν οὐκ ἴδιον τοῦτο τὸ πάθος τῇ τοῦ Ἀγρίππου οἰκίᾳ ἀλλὰ καὶ κοινὸν πᾶσι τοῖς Ῥωμαίοις ἐγένετο, ὥστε καὶ σημεῖα ὅσα πρὸ τῶν μεγίστων συμφορῶν συμβαίνειν σφίσιν εἴωθε, καὶ τότε συνενεχθῆναι. βύαι τε γὰρ τῇ πόλει διεφοίτησαν, καὶ κεραυνὸς ἐς τὴν ἐν τῷ Ἀλβανῷ οἰκίαν, ἐς ἣν οἱ ὕπατοι ἐν
29.8
ταῖς ἱερουργίαις καταλύουσιν, ἐνέσκηψε. τό τε ἄστρον ὁ κομήτης ὠνομασμένος ἐπὶ πολλὰς ἡμέρας ὑπὲρ αὐτοῦ τοῦ ἄστεως αἰωρηθεὶς ἐς λαμπάδας διελύθη. καὶ πυρὶ ἄλλα τε τῆς πόλεως συχνὰ καὶ ἡ τοῦ Ῥωμύλου σκηνὴ ἐκαύθη, κοράκων κρέα ἐς αὐτὴν ἐκ βωμοῦ τινος ἔμπυρα ἐμβαλόντων.
30.1
οὕτω μὲν τὰ κατὰ Ἀγρίππαν ἐγένετο· μετὰ δὲ δὴ dh\ *w, om. M. τοῦτο ὁ Αὔγουστος ἐπιμελητής τε καὶ ἐπανορθωτὴς τῶν τρόπων ἐς ἕτερα ἔτη πέντε αἱρεθείς (καὶ γὰρ τοῦτο κατὰ προθεσμίας, ὥσπερ που καὶ τὴν μοναρχίαν, ἐλάμβανἐ θυμιᾶν τε τοὺς βουλευτὰς ἐν τῷ συνεδρίῳ, ὁσάκις ἂν ἕδρα αὐτῶν ᾖ, καὶ τὴν ἄφιξιν πρὸς ἑαυτὸν μὴ mh\ supplied by Bk., following Casaubon. ποιεῖσθαι, τὸ μὲν ἵνα θεοσεβῶσι, τὸ δὲ ἵνʼ ἀπονητὶ a)ponhti\ R. Steph., a)ponhtei\ *wM. συνίωσιν,
30.2
ἐκέλευσε. τὴν δὲ δημαρχίαν ὀλίγων σφόδρα διὰ τὸ τὴν ἰσχύν σφων καταλελύσθαι αἰτούντων, ἐνομοθέτησεν ἐκ τῶν ἱππέων τῶν μὴ ἔλαττον πέντε καὶ εἴκοσι μυριάδας κεκτημένων προβάλλεσθαι τοὺς ἐν ταῖς ἀρχαῖς ἕνα ἕκαστον, κἀκ τούτων τὸ πλῆθος τοὺς ἐνδέοντας αἱρεῖσθαι ἐφʼ ᾧ τε, e)f' w(=| te Bk., sfisin *wM. εἰ μὲν καὶ βουλεύειν μετὰ τοῦτʼ ἐθέλοιεν, εἰ δὲ μή, ἐς τὴν ἱππάδα αὖθις ἐπανιέναι ἐξεῖναι.