Book 54
36.2
ἐψηφίσθη μὲν οὖν τὸν Ἰανὸν τὸν Γέμινον ὡς καὶ πεπαυμένων τῶν πολέμων (ἀνέῳκτο γάρʼ κλεισθῆναι, οὐ μέντοι καὶ ἐκλείσθη· οἵ τε γὰρ Δακοὶ τὸν Ἴστρον πεπηγότα διαβάντες λείαν ἐκ τῆς Παννονίας ἀπετέμοντο, καὶ οἱ Δελμάται *delma/tai St., dalma/tai *wM. πρὸς τὰς ἐσπράξεις τῶν χρημάτων ἐπανέστησαν.
36.3
καὶ τούτους μὲν ὁ Τιβέριος ἐκ τῆς Γαλατίας, ἐς ἣν μετὰ τοῦ Αὐγούστου ἐσεληλύθει, καταπεμφθεὶς ἀνεκτήσατο, a)nekth/sato Pflugk, a)nesth/sato *wM. τὰ δὲ δὴ τῶν Κελτῶν τῶν τε ἄλλων καὶ τῶν Χάττων (πρὸς γὰρ τοὺς Συγάμβρους μετέστησαν, καὶ τῆς th=s Rk., th=s te *wM. χώρας αὐτῶν, ἣν οἰκεῖν παρὰ τῶν Ῥωμαίων εἰλήφεσαν, ἐξανέστησανʼ ὁ Δροῦσος
36.4
τὰ μὲν ἐκάκωσε τὰ δὲ ἐχειρώσατο. καὶ μετὰ τοῦτο ἔς τε τὴν Ῥώμην σὺν τῷ Αὐγούστῳ ἀνεκομίσθησαν (ἐν γὰρ τῇ Λουγδουνίδι *lougdouni/di R. Steph., lougdwni/di *wM. τὰ πολλὰ οὗτος ou(=tos Reim., ou(/tws *wM. ἐγγύθεν τοῖς Κελτοῖς ἐφεδρεύων διέτριβἐ, καὶ ὅσα ἐπὶ ταῖς νίκαις ἐψήφιστο ἢ καὶ ἄλλως καθήκοντα ἦν γενέσθαι, ἐπετέλεσαν.