Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 54

7.3 ἀργυρίου ποιεῖσθαι. καὶ αὐτοῖς ἐς ταῦτα ἔδοξε τὸ τῷ τῆς Ἀθηνᾶς ἀγάλματι συμβὰν ἀποσκῆψαι· ἐν γὰρ τῇ ἀκροπόλει πρὸς pro\s Reim., th=| pro\s *wM. ἀνατολῶν ἱδρυμένον πρός τε τὰς δυσμὰς μετεστράφη καὶ αἷμα ἀπέπτυσεν.
7.4 ὁ δʼ οὖν d' ou)=n Pflugk, gou=n *wM. Αὔγουστος τό τε Ἑλληνικὸν διήγαγε καὶ ἐς Σάμον ἔπλευσεν, ἐνταῦθά τε ἐχείμασε, καὶ ἐς τὴν Ἀσίαν ἐν τῷ ἦρι ἐν ᾧ Μᾶρκος τε Ἀπουλέιος *)apoule/ios Bs., a)pou/lios *wM. καὶ Πούπλιος Σίλιος ὑπάτευσαν κομισθεὶς πάντα τά τε ἐκεῖ καὶ τὰ ἐν τῇ Βιθυνίᾳ
7.5 διέταξεν, οὐχ ὅτι τοῦ δήμου καὶ ταῦτα τὰ ἔθνη καὶ τὰ πρότερα ἐδόκει εἶναι ἐν ὀλιγωρίᾳ αὐτὰ ποιησάμενος, ἀλλὰ καὶ πάνυ πάντων σφῶν ὡς καὶ ἑαυτοῦ ὄντων ἐπιμεληθείς· τά τε γὰρ ἄλλα ὅσαπερ καὶ προσῆκον ἦν ἐπηνώρθωσε, καὶ χρήματα τοῖς μὲν ἐπέδωκε τοῖς δὲ καὶ ὑπὲρ τὸν φόρον
7.6 ἐσενεγκεῖν προσέταξε. τούς τε Κυζικηνούς, ὅτι Ῥωμαίους τινὰς ἐν στάσει μαστιγώσαντες ἀπέκτειναν, ἐδουλώσατο. καὶ τοῦτο καὶ τοὺς Τυρίους τούς τε Σιδωνίους διὰ τὰς στάσεις ἐποίσεν, ἐν τῇ th=| M, om. V. Συρίᾳ γενόμενος. geno/menos — to\n tou= *kuri/ (chap. 19, 4) omitted in *w, shose archetype L had lost five folios at this point.
8.1 κἀν τούτῳ ὁ Φραάτης φοβηθεὶς μὴ καὶ ἐπιστρατεύσῃ οἱ, ὅτι μηδέπω τῶν συγκειμένων ἐπεποιήκει τι, τά τε σημεῖα αὐτῷ au)tw=| Xiph., au)tw=n M. καὶ τοὺς αἰχμαλώτους, πλὴν ὀλίγων οἳ ὑπʼ αἰσχύνης σφᾶς ἔφθειραν ἢ καὶ κατὰ χώραν λαθόντες ἔμειναν,
8.2 ἀπέπεμψε. καὶ αὐτοὺς ἐκεῖνος ὡς καὶ πολέμῳ τινὶ τὸν Πάρθον νενικηκὼς ἔλαβε· καὶ γὰρ ἐπὶ τούτοις e)pi\ tou/tois supplied by Reim. from Xiph. ἐφρόνει μέγα, λέγων ὅτι τὰ πρότερόν ποτε ἐν ταῖς μάχαις ἀπολόμενα ἀκονιτὶ ἐκεκόμιστο.
8.3 ἀμέλει καὶ θυσίας ἐπʼ αὐτοῖς καὶ νεὼν Ἄρεως Τιμωροῦ ἐν τῷ Καπιτωλίῳ, κατὰ τὸ τοῦ Διὸς τοῦ Φερετρίου ζήλωμα, πρὸς τὴν τῶν σημείων ἀνάθεσιν καὶ ψηφισθῆναι ἐκέλευσε καὶ ἐποίησε, καὶ προσέτι καὶ ἐπὶ κέλητος ἐς τὴν πόλιν ἐσήλασε καὶ ἁψῖδι τροπαιοφόρῳ ἐτιμήθη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme