Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 54

8.4 ταῦτα μὲν ἐπʼ ἐκείνοις ὕστερον ἐπράχθη· τότε δὲ αὐτός τε προστάτης τῶν περὶ τὴν Ῥώμην ὁδῶν αἱρεθεὶς καὶ τὸ χρυσοῦν μίλιον κεκλημένον ἔστησε, καὶ ὁδοποιοὺς αὐταῖς ἐκ τῶν ἐστρατηγηκότων, ῥαβδούχοις δύο χρωμένους, προσέταξε.
8.5 καὶ ἡ Ἰουλία τὸν Γάιον ὀνομασθέντα ἔτεκε, βουθυσία τέ τις τοῖς γενεθλίοις αὐτοῦ ἀίδιος ἐδόθη· καὶ τοῦτο μὲν ἐκ ψηφίσματος, ὥσπερ που καὶ τἆλλα, ἐγένετο· ἰδίᾳ δὲ δὴ οἱ ἀγορανόμοι ἱπποδρομίαν τε ἐν τοῖς τοῦ Αὐγούστου γενεθλίοις καὶ θηρίων σφαγὰς ἐποίησαν.
9.1 ἐν μὲν οὖν τῇ πόλει ταῦτʼ ἐπράττετο, ὁ δὲ Αὔγουστος τὸ μὲν ὑπήκοον κατὰ τὰ τῶν Ῥωμαίων ἔθη διῴκει, τὸ δὲ ἔνσπονδον τῷ πατρίῳ σφίσι τρόπῳ εἴα ei)/a Leuncl., a)ei\ M. ἄρχεσθαι· οὐδʼ ἠξίωσεν οὔτε ἐκείνῳ e)kei/nw| Bk., e)kei/nwn M. τι προσθέσθαι οὔτε ἕτερόν τι προσκτήσασθαι, ἀλλʼ ἀκριβῶς ἀρκεῖσθαι τοῖς ὑπάρχουσιν ἐδικαίου,
9.2 καὶ τοῦτο καὶ τῇ βουλῇ ἐπέστειλεν. ὥστε πολέμου μὲν οὐδὲν τότε γʼ ἐφήψατο, δυναστείας δὲ δὴ Ἰαμβλίχῳ τε τῷ Ἰαμβλίχου τὴν τῶν Ἀραβίων τὴν πατρῴαν καὶ Ταρκονδιμότῳ τῷ Ταρκονδιμότου τὴν τῆς Κιλικίας, ἣν ὁ πατὴρ αὐτοῦ ἔσχε, πλὴν παραθαλασσιδίων τινῶν ἔδωκεν· ἐκεῖνα γὰρ τῷ Ἀρχελάῳ μετὰ τῆς σμικροτέρας Ἀρμενίας ἐχαρίσατο, ὅτι ὁ Μῆδος ὁ πρὶν αὐτῆς
9.3 βασιλεύων ἐτεθνήκει. τῷ τε Ἡρώδῃ Ζηνοδώρου τινὸς τετραρχίαν, καὶ Μιθριδάτῃ τινὶ τὴν Κομμαγηνήν, ἐπειδὴ τὸν πατέρα αὐτοῦ ὁ βασιλεὺς αὐτῆς ἀπεκτόνει, καίτοι παιδίσκῳ ἔτʼ ὄντι ἐπέτρεψε.
9.4 τῶν τε Ἀρμενίων τῶν ἑτέρων τοῦ τε Ἀρτάξου *)arta/cou St., a)rta/zou M (and similarly just belos'. κατηγορησάντων καὶ τὸν Τιγράνην τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ Ῥώμῃ ὄντα μεταπεμψαμένων, ἔστειλε e)/steile Bk., mete/steile M. τὸν Τιβέριον, ὅπως τὸν μὲν ἐκβάλῃ τῆς βασιλείας, τὸν δὲ ἐς αὐτὴν ἀποκαταστήσῃ.
9.5 καὶ ἐπράχθη μὲν οὐδὲν τῆς παρασκευῆς αὐτοῦ ἄξιον· οἱ γὰρ Ἀρμένιοι τὸν Ἀρτάξην προαπέκτειναν· ὁ δʼ οὖν Τιβέριος, ἄλλως τε καὶ ἐπειδὴ θυσίαι ἐπὶ τούτῳ ἐψηφίσθησαν, ἐσεμνύνετο

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme