Book 55
8.6
ἐγένοντο. καὶ τὸ μὲν τοῦ πυρὸς αἴτιον ἐς τοὺς χρεωφείλας ἀνεφέρετο, ὡς καὶ ἐπίτηδες αὐτὸ παρασκευάσαντας ἵνʼ ἀποκόψωσί τι τῶν χρεῶν, συχνὰ δόξαντες ἐζημιῶσθαι· ἔτυχον δὲ ἐκεῖνοι μὲν οὐδενός, οἱ δὲ δὴ στενωποὶ ἐπιμελητῶν τινων ἐκ τοῦ δήμου, οὓς καὶ στενωπάρχους καλοῦμεν·
8.7
καί σφισι καὶ τῇ ἐσθῆτι τῇ ἀρχικῇ καὶ ῥαβδούχοις δύο, ἐν αὐτοῖς τοῖς χωρίοις ὧν ἂν ἄρχωσιν, ἡμέραις τισὶ χρῆσθαι ἐδόθη, ἥ τε δουλεία ἡ τοῖς ἀγορανόμοις τῶν ἐμπιμπραμένων ἕνεκα συνοῦσα ἐπετράπη, καίτοι καὶ ἐκείνων καὶ τῶν δημάρχων τῶν τε στρατηγῶν πᾶσαν τὴν πόλιν, δεκατέσσαρα dekate/ssara R. Steph., dekate/ssera M. μέρη νεμηθεῖσαν, κλήρῳ προσταχθέντων· ὃ καὶ νῦν γίγνεται.
9.1
τοσαῦτα μὲν ἐν τῷ ἔτει τούτῳ ἐπράχθη· ἐν γὰρ δὴ τῇ Γερμανίᾳ οὐδὲν ἄξιον μνήμης συνέβη· τῷ δὲ ὑστέρῳ, ἐν ᾧ Γάιός τε Ἀντίστιος καὶ Λαίλιος Βάλβος ὑπάτευσαν, ἰδὼν ὁ Αὔγουστος τόν τε Γάιον καὶ τὸν Λούκιον αὐτούς τε μὴ πάνυ, οἶα ἐν ἡγεμονίᾳ τρεφομένους, τὰ ἑαυτοῦ ἤθη ζηλοῦντας (οὐ γὰρ ὅτι ἁβρότερον διῆγον, ἀλλὰ καὶ ἐθρασύνοντο· ἐς γοῦν τὸ θέατρόν ποτε καθʼ ἑαυτὸν
9.2
ὁ Λούκιος ἐσῆλθἐ καὶ πρὸς πάντων τῶν ἐν τῇ πολει, τὰ μὲν γνώμῃ τὰ δὲ θεραπείᾳ, κολακευομένους kolakeuome/nous, qruptome/nous Pflugk, kolakeuo/menos, qrupto/menos M. κἀκ τούτου ἔτι καὶ μᾶλλον θρυπτομένους kolakeuome/nous, qruptome/nous Pflugk, kolakeuo/menos, qrupto/menos M. (τά τε γὰρ ἄλλα καὶ ὕπατον τὸν Γάιον μηδὲ ἐς ἐφήβους πω τελοῦντα προεχειρίσαντο proexeiri/santo Rk., proexeiri/sato M.), ἠγανάκτησε, καὶ προσεπηύξατο μηδεμίαν τοιαύτην καιρῶν ἀνάγκην ὁποία ποτὲ pote\ Xiph., to/te M. αὐτὸν κατέλαβε γενέσθαι, ὥστε τινὰ νεώτερον εἰκοσιετοῦς ὑπατεῦσαι.
9.3
ἐπειδή τε καὶ ὣς ἐνέκειντό οἱ, τότε ἔφη χρῆναί τινα τὴν ἀρχὴν ταύτην λαμβάνειν, ὅταν μήτε τι αὐτὸς ἁμαρτάνειν καὶ ταῖς τοῦ δήμου σπουδαῖς