Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 55

4.1 ταῦτά τε οὖν καὶ τἆλλα ἃ a(\ supplied by Rk. τότε ἐνομοθέτησεν, ἔς τε τὸ συνέδριον ἐν λευκώμασι γεγραμμένα προέθηκε πρὶν χρηματίσαι τι περὶ αὐτῶν, καὶ τοῖς βουλευταῖς μεθʼ ἑνὸς ἑτέρου ἐσελθοῦσιν ἀναγνῶναι ἐπέτρεψεν, ὅπως ἄν τι μὴ ἀρέσῃ αὐτοὺς ἢ καὶ ἕτερόν τι βέλτιον συμβουλεῦσαι δυνηθῶσιν εἴπωσιν.
4.2 οὕτω γάρ που δημοκρατικὸς ἠξίου εἶναι ὥστε τινὸς τῶν συστρατευσαμένων ποτὲ αὐτῷ συνηγορήματος παρʼ αὐτοῦ δεηθέντος τὸ μὲν πρῶτον τῶν φίλων τινά, ὡς καὶ ἐν ἀσχολίᾳ ὤν, συνειπεῖν αὐτῷ κελεῦσαι, ἔπειτʼ ἐπειδὴ ἐκεῖνος ὀργισθεὶς ἔφη “ἐγὼ μέντοι, ὁσάκις ἐπικουρίας χρείαν ἔσχες, οὐκ ἄλλον τινὰ ἀντʼ ἐμαυτοῦ σοι ἔπεμψα, ἀλλʼ αὐτὸς πανταχοῦ προεκινδύνευσά σου,” ἔς τε τὸ δικαστήριον ἐσελθεῖν καὶ συνηγορῆσαί
4.3 οἱ. φίλῳ τέ τινι δίκην φεύγοντι συνεξητάσθη, προεπικοινώσας αὐτὸ τοῦτο τῇ γερουσίᾳ· καὶ ἐκεῖνόν τε ἔσωσε, καὶ τὸν κατήγορον αὐτοῦ οὐχ ὅπως δι’ ὀργῆς ἔσχε καίπερ πάνυ πολλῇ παρρησίᾳ χρησάμενον, ἀλλὰ καὶ εὐθυνόμενον ἐπὶ τοῖς τρόποις ἀφῆκεν, εἰπὼν ἄντικρυς a)/ntikrus is omitted in M, but has been added in the margin by an early corrector sho indicates its place as betseen ei)pw\n and o(/ti. ὅτι ἀναγκαία σφίσιν ἡ παρρησία αὐτοῦ διὰ τὴν τῶν πολλῶν πονηρίαν εἴη. ἄλλους γε μὴν ἐπιβουλεύειν οἱ μηνυθέντας
4.4 ἐκόλασε. καὶ ταμίας ἔν τε τῇ παραλίᾳ τῇ πρὸς τῇ πόλει καὶ ἐν ἑτέροις τισὶ τῆς Ἰταλίας χωρίοις ἄρχειν ἐποίησε· καὶ τοῦτο καὶ ἐπὶ πλείω ἔτη ἐγένετο. τότε μὲν οὖν οὐκ ἠθέλησεν ἐς τὴν πόλιν διὰ τὸν
5.1 τοῦ Δρούσου θάνατον, ὥσπερ εἶπον, ἐσελθεῖν, τῷ δὲ ἑξῆς ἔτει, ἐν ᾧ Ἀσίνιός τε Γάλλος καὶ Γάιος Μάρκιος ὑπάτευσαν, τήν τε ἄφιξιν ἐποιήσατο καὶ τὴν δάφνην ἐς τοῦ Διὸς τοῦ Φερετρίου παρὰ τὸ
5.2 νομιζόμενον ἐσήνεγκε. καὶ αὐτὸς μὲν οὐδεμίαν ἐπὶ τούτοις ἑορτὴν ἤγαγε, πολὺ πλεῖον ἐν τῷ τοῦ Δρούσου ὀλέθρῳ ἐζημιῶσθαι ἢ ἐν ταῖς νίκαις ὠφελῆσθαι νομίζων· οἱ δὲ δὴ ὕπατοι τά τε ἄλλα ὅσα ἐπὶ τοῖς τοιούτοις γίγνεται ἐποίησαν, καὶ ἐκ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme