Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 36

18.1 φείδεται. δυναστείας τε ἐρῶν καὶ τοῖς Κρησὶ τοῖς ὁμολογήσασιν αὐτῷ προσέβαλε, καὶ οὔτε τὰς σπονδὰς προτεινομένων σφῶν ἐφρόντιζε, κακῶσαί τε αὐτοὺς πρὶν τὸν Πομπήιον ἐπελθεῖν ἠπείγετο. ὅ τε γὰρ Ὀκτάουιος ἄνευ δυνάμεως παρών (οὐδὲ γὰρ οὐδὲ ἐπὶ πολέμῳ τινὶ ἀλλʼ ἐπὶ παραλήψει τῶν πόλεων ἐπέπεμπτο) ἡσυχίαν ἦγε· καὶ Κορνήλιος Σισέννας ὁ τῆς Ἑλλάδος ἄρχων ἦλθε μὲν ἐς τὴν Κρήτην, ὡς ταῦτʼ ἐπύθετο, καὶ παρῄνεσε τῷ Μετέλλῳ φείσασθαι τῶν δήμων, οὐ
18.2 μέντοι καὶ ἀντέπραξέ τι μὴ πείσας. ἄλλοις τε οὖν πολλοῖς ἐκεῖνος ἐλυμήνατο, καὶ Ἐλευθέραν τὴν πόλιν ἐκ προδοσίας ἑλὼν ἠργυρολόγησε· πύργον γάρ τινα οἱ προδιδόντες ἔκ τε πλίνθων πεποιημένον καὶ μέγιστον δυσμαχώτατόν τε ὄντα ὄξει συνεχῶς νυκτὸς διέβρεξαν, ὥστε θραυστὸν γενέσθαι. καὶ μετὰ τοῦτο Λάππαν, καίτοι τοῦ Ὀκταουίου αὐτὴν κατέχοντος, ἐκ προσβολῆς εἷλε, καὶ ἐκεῖνον μὲν οὐδὲν κακὸν εἰργάσατο, τοὺς δὲ δὴ
19.1 Κίλικας τοὺς σὺν αὐτῷ ὄντας ἔφθειρεν. ἀγανακτήσας οὖν ἐπὶ τούτῳ ὁ Ὀκτάουιος οὐκέθʼ ἡσύχασεν, ἀλλὰ πρότερον μὲν τῷ τοῦ Σισέννου στρατῷ (νοσήσας γὰρ ἐκεῖνος ἐτεθνήκει) χρώμενος ἐπεβοήθει πῃ τοῖς κακουμένοις, ἔπειτα δʼ ἀνακομισθέντων αὐτῶν πρός τε τὸν Ἀριστίωνα ἐς Ἱεράπυδνα *(iera/pudna R. Steph., i(era\ pudna and i(era\ pu/dna L. ἦλθε καὶ μετʼ αὐτοῦ ἐπολέμει· οὗτος γὰρ ὡς τότε ἐκ τῆς Κυδωνίας ἀπεχώρησε Λούκιόν τέ τινα Βάσσον ἀνταναχθέντα οἱ ἐνίκησε καὶ
19.2 τὰ Ἱεράπυδνα *(iera/pudna R. Steph., i(era\ pudna and i(era\ pu/dna L. κατέλαβε. καὶ χρόνον μέν τινα ἐκαρτέρησαν, τοῦ δὲ δὴ Μετέλλου ἐπιόντος σφίσι τό τε τεῖχος ἐξέλιπον, καὶ ἐξαναχθέντες χειμῶνί τε ἐχρήσαντο καὶ ἐς τὴν γῆν ἐκπεσόντες συχνοὺς ἀπέβαλον. κἀκ τούτου ὁ Μέτελλος πᾶσαν τὴν
19.3 νῆσον ἐχειρώσατο. Κρῆτες μὲν οὖν οὕτως, ἐλεύθεροί τε πάντα τὸν ἔμπροσθεν χρόνον γενόμενοι καὶ δεσπότην ὀθνεῖον μηδένα κτησάμενοι, κατεδουλώθησαν· Μέτελλος δὲ τὴν μὲν ἐπίκλησιν ἀπʼ αὐτῶν ἔλαβε, τὸν δὲ δὴ Πανάρη τόν τε Λασθένη (καὶ γὰρ ἐκεῖνον εἷλεν) οὐκ ἠδυνήθη πέμψαι ἐν τοῖς ἐπινικίοις· ὁ γὰρ Πομπήιος ἀναπείσας τῶν δημάρχων τινὰ προαφείλετο αὐτοὺς ὡς καὶ ἑαυτῷ κατὰ τὴν ὁμολογίαν, ἀλλʼ οὐκ ἐκείνῳ προσχωρήσαντας.
1 / 26 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme