Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 1

57 ὁ δὲ θεὸς τοὐντεῦθεν ἤλεγχεν ἤδη τὸν Κάιν φονέα τἀδελφοῦ γενόμενον καί θαυμάζω, φησίν, εἰ περὶ ἀνδρὸς ἀγνοεῖς εἰπεῖν τί γέγονεν, ὃν αὐτὸς ἀπολώλεκας.
58 τῆς μὲν οὖν ἐπὶ τῷ φόνῳ τιμωρίας αὐτὸν ἠφίει θυσίαν ἐπιτελέσαντα καὶ διʼ αὐτῆς ἱκετεύσαντα μὴ λαβεῖν ὀργὴν αὐτῷ χαλεπωτέραν, ἐπάρατον δʼ αὐτὸν ἐτίθει καὶ τοὺς ἐγγόνους αὐτοῦ τιμωρήσεσθαι κατὰ τὴν ἑβδόμην ἠπείλησε γενεάν, καὶ τῆς γῆς αὐτὸν ἐκείνης ἐκβάλλει σὺν τῇ γυναικί.
59 τοῦ δὲ μὴ θηρίοις ἀλώμενος περιπέσῃ δεδιότος καὶ τοῦτον ἀπόληται τὸν τρόπον, ἐκέλευε μηδὲν ὑφορᾶσθαι σκυθρωπὸν ἀπὸ τοιαύτης αἰτίας, ἀλλʼ ἕνεκα τοῦ μηδὲν αὐτῷ ἐκ θηρίων γενέσθαι δεινὸν διὰ πάσης ἀδεῶς χωρεῖν γῆς· καὶ σημεῖον ἐπιβαλών, ᾧ γνώριμος ἂν εἴη, προσέταξεν ἀπιέναι.
60 Πολλὴν δʼ ἐπελθὼν γῆν ἱδρύεται μετὰ τῆς γυναικὸς Κάις Ναΐδα τόπον οὕτω καλούμενον καὶ αὐτόθι ποιεῖται τὴν κατοίκησιν, ἔνθʼ αὐτῷ καὶ παῖδες ἐγένοντο· οὐκ ἐπὶ νουθεσίᾳ δὲ τὴν κόλασιν ἔλαβεν, ἀλλʼ ἐπʼ αὐξήσει τῆς κακίας, ἡδονὴν μὲν πᾶσαν ἐκπορίζων αὐτοῦ τῷ σώματι, κἂν μεθʼ ὕβρεως τῶν συνόντων δέῃ ταύτην ἔχειν·
61 αὔξων δὲ τὸν οἶκον πλήθει χρημάτων ἐξ ἁρπαγῆς καὶ βίας πρὸς ἡδονὴν καὶ λῃστείαν τοὺς ἐντυγχάνοντας παρακαλῶν διδάσκαλος αὐτοῖς ὑπῆρχε πονηρῶν ἐπιτηδευμάτων, καὶ τὴν ἀπραγμοσύνην, ᾗ πρότερον συνέζων οἱ ἄνθρωποι, μέτρων ἐπινοίᾳ καὶ σταθμῶν μετεστήσατο ἀκέραιον αὐτοῖς ὄντα τὸν βίον ἐκ τῆς τούτων ἀμαθίας καὶ μεγαλόψυχον εἰς πανουργίαν περιαγαγών,
62 ὅρους τε γῆς πρῶτος ἔθετο καὶ πόλιν ἐδείματο καὶ τείχεσιν ὠχύρωσεν εἰς ταὐτὸν συνελθεῖν τοὺς οἰκείους καταναγκάσας. καὶ τὴν πόλιν δὲ ταύτην ἀπὸ Ἀνώχου τοῦ πρεσβυτάτου παιδὸς Ἄνωχαν ἐκάλεσεν.
63 Ἀνώχου δὲ Ἰαράδης υἱὸς ἦν, ἐκ δὲ τούτου Μαρουῆλος, οὗ γίνεται παῖς Μαθουσάλας, τοῦ δὲ Λάμεχος, ᾧ παῖδες ὑπῆρξαν ἑπτὰ καὶ ἑβδομήκοντα ἐκ δύο γυναικῶν αὐτῷ φύντες Σελλᾶς καὶ Ἄδας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme