Book 1
179
Ἅβραμος δὲ τοὺς τῶν Σοδομιτῶν σώσας αἰχμαλώτους, οἳ ληφθέντες ἔφθησαν ὑπὸ τῶν Ἀσσυρίων, καὶ τὸν συγγενῆ Λῶτον ἀνέζευξεν μετὰ εἰρήνης. ἀπήντησε δὲ αὐτῷ ὁ τῶν Σοδομιτῶν βασιλεὺς εἰς τόπον τινά, ὃν καλοῦσι πεδίον βασιλικόν.
180
ἔνθα ὁ τῆς Σολυμᾶ ὑποδέχεται βασιλεὺς αὐτὸν Μελχισεδέκ· σημαίνει δὲ τοῦτο βασιλεὺς δίκαιος· καὶ ἦν δὲ τοιοῦτος ὁμολογουμένως, ὡς διὰ ταύτην αὐτὸν τὴν αἰτίαν καὶ ἱερέα γενέσθαι τοῦ θεοῦ· τὴν μέντοι Σολυμᾶ ὕστερον ἐκάλεσεν Ἱεροσόλυμα.
181
ἐχορήγησε δὲ οὗτος ὁ Μελχισεδὲκ τῷ Ἁβράμου στρατῷ ξένια καὶ πολλὴν ἀφθονίαν τῶν ἐπιτηδείων παρέσχε καὶ παρὰ τὴν εὐωχίαν αὐτόν τε ἐπαινεῖν ἤρξατο καὶ τὸν θεὸν εὐλογεῖν ὑποχειρίους αὐτῷ ποιήσαντα τοὺς ἐχθρούς. Ἁβράμου δὲ διδόντος καὶ τὴν δεκάτην τῆς λείας αὐτῷ προσδέχεται τὴν δόσιν.
182
ὁ δὲ τῶν Σοδομιτῶν βασιλεὺς τὴν μὲν λείαν ἔχειν Ἅβραμον παρεκάλει, τοὺς δʼ ἀνθρώπους ἀπολαβεῖν ἠξίου, οὓς παρὰ τῶν Ἀσσυρίων ἔσωσεν οἰκείους ὄντας. Ἅβραμος δὲ οὐκ ἔφη τοῦτο ποιήσειν, οὐδʼ ἂν ἄλλην ὠφέλειαν ἐκ τῆς λείας ἐκείνης εἰς αὐτὸν ἥξειν πλὴν ὅσα τροφὴ τοῖς οἰκέταις αὐτοῦ γένοιτο· μοῖραν μέντοι τινὰ τοῖς φίλοις αὐτοῦ παρέσχε τοῖς συστρατευομένοις. Ἔσχων δʼ ὁ πρῶτος ἐκαλεῖτο καὶ Ἔννηρος καὶ Μαμβρῆς.
183
Ἐπαινέσας δὲ αὐτοῦ τὴν ἀρετὴν ὁ θεός, ἀλλʼ οὐκ ἀπολεῖς, φησί, μισθοὺς οὓς ἄξιόν ἐστίν σε ἐπὶ τοιαύταις εὐπραγίαις κομίζεσθαι. τοῦ δʼ ὑπολαβόντος καὶ τίς ἂν εἴη χάρις τούτων τῶν μισθῶν, οὐκ ὄντων οἳ διαδέξονται μετʼ αὐτόν, ἔτι γὰρ ἦν ἄπαις, ὁ θεὸς καὶ παῖδα αὐτῷ γενήσεσθαι καταγγέλλει καὶ πολλὴν ἐκείνου γενεάν, ὡς παραπλησίως αὐτῇ τοῖς ἄστροις ἔσεσθαι τὸν ἀριθμόν.
184
καὶ ὁ μὲν ταῦτʼ ἀκούσας θυσίαν προσφέρει τῷ θεῷ κελευσθεὶς ὑπʼ αὐτοῦ. ἦν δὲ ὁ τρόπος τῆς θυσίας τοιοῦτος· δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν ὁμοίως τριετῆ καὶ τρυγόνα καὶ περιστερὰν κελεύσαντος διεῖλε, τῶν ὀρνέων οὐδὲν διελών.