Book 1
185
εἶτα πρὶν στῆναι τὸν βωμὸν οἰωνῶν ἐφιπταμένων ἐπιθυμίᾳ τοῦ αἵματος φωνὴ θεία παρῆν ἀποσημαίνουσα πονηροὺς αὐτοῦ τοῖς ἐγγόνοις γείτονας ἐπὶ ἔτη τετρακόσια γενησομένους κατὰ τὴν Αἴγυπτον· ἐν οἷς κακοπαθήσαντας περιέσεσθαι τῶν ἐχθρῶν καὶ κρατήσαντας πολέμῳ Χαναναίων ἕξειν αὐτῶν τὴν γῆν καὶ τὰς πόλεις.
186
Ἅβραμος δὲ κατῴκει μὲν περὶ τὴν Ὠγύγην καλουμένην δρῦν, ἔστι δὲ τῆς Χαναναίας τὸ χωρίον οὐ πόρρω τῆς Ἑβρωνίων πόλεως, δυσφορῶν δὲ ἐπὶ γυναικὶ μὴ κυούσῃ ἱκετεύει τὸν θεὸν γονὴν αὐτῷ παιδὸς ἄρσενος παρασχεῖν.
187
τοῦ δὲ θεοῦ θαρσεῖν αὐτὸν παρακελευομένου τοῖς τε ἄλλοις ἅπασιν ὡς ἐπʼ ἀγαθοῖς αὐτὸν ἀπὸ τῆς Μεσοποταμίας ἠγμένον καὶ παίδων ἐσομένων, Σάρρα τοῦ θεοῦ κελεύσαντος ἐπικλίνει μίαν τῶν θεραπαινίδων Ἀγάρην ὄνομα γένος οὖσαν Αἰγυπτίαν ὡς ἐξ αὐτῆς παιδοποιησομένῳ.
188
καὶ γενομένη ἐγκύμων ἡ θεραπαινὶς ἐξυβρίζειν εἰς τὴν Σάρραν ἐτόλμησε βασιλίζουσα, ὡς τῆς ἡγεμονίας περιστησομένης εἰς τὸν ὑπʼ αὐτῆς τεχθησόμενον. Ἁβράμου δὲ αὐτὴν πρὸς αἰκίαν παραδιδόντος τῇ Σάρρᾳ δρασμὸν ἐπεβούλευσεν οὐχ ὑπομένουσα τὰς ταλαιπωρίας καὶ τὸν θεὸν ἱκέτευεν οἶκτον αὐτῆς λαβεῖν.
189
ὑπαντιάζει δὲ διὰ τῆς ἐρήμου προϊοῦσαν αὐτὴν ἄγγελος θεῖος κελεύων πρὸς τοὺς δεσπότας ἐπανιέναι· βίου γὰρ μείζονος τεύξεσθαι σωφρονοῦσαν· καὶ γὰρ νῦν εἰς τὴν δέσποιναν ἀγνώμονα καὶ αὐθάδη γενομένην ἐν τούτοις εἶναι τοῖς κακοῖς·
190
παρακούουσαν μὲν τοῦ θεοῦ καὶ προσωτέρω χωροῦσαν ἔλεγεν ἀπολεῖσθαι, νοστήσασαν δὲ αὐτὴν ὀπίσω γενήσεσθαι μητέρα παιδὸς τῆς γῆς ἐκείνης βασιλεύσοντος. τούτοις πείθεται καὶ ἐπανελθοῦσα πρὸς τοὺς δεσπότας συγγνώμης ἔτυχε· τίκτει δὲ μετʼ οὐ πολὺ Ἰσμαῆλον, θεόκλυτον ἄν τις εἴποι, διὰ τὸ εἰσακοῦσαι τὸν θεὸν τῆς ἱκεσίας.
191
Ἁβράμῳ μὲν οὖν ἕκτον ἤδη καὶ ὀγδοηκοστὸν ἔτος γεγονότι ὁ προειρημένος ἐγεννήθη, εἰς ἔνατον δʼ αὐτῷ καὶ ἐνενηκοστὸν παρελθόντι ἐπιφανεὶς ὁ θεὸς ἀπήγγειλεν, ὡς παῖς αὐτῷ ἐκ Σάρρας ἔσοιτο· κελεύει δʼ αὐτὸν καλέσαι Ἴσακον δηλῶν ἐσόμενα ἔθνη μεγάλα ἀπʼ αὐτοῦ καὶ βασιλεῖς, καὶ ὅτι πολεμήσαντες καθέξουσι τὴν Χαναναίαν ἅπασαν ἀπὸ Σιδῶνος μέχρι Αἰγύπτου,