Book 1
205
Αἱ δὲ παρθένοι πᾶν ἠφανίσθαι τὸ ἀνθρώπινον ὑπολαβοῦσαι τῷ πατρὶ πλησιάζουσι προνοήσασαι λαθεῖν· ἐποίουν δὲ τοῦτο ὑπὲρ τοῦ μὴ τὸ γένος ἐκλιπεῖν. γίνονται δὲ παῖδες ὑπὸ μὲν τῆς πρεσβυτέρας Μώαβος· εἴποι δʼ ἄν τις ἀπὸ πατρός. Ἄμμανον δʼ ἡ νεωτέρα ποιεῖται· γένους υἱὸν ἀποσημαίνει τὸ ὄνομα.
206
καὶ κτίζει δʼ αὐτῶν ὁ μὲν Μωαβίτας μέγιστον ὄντας καὶ νῦν ἔθνος, Ἀμμανίτας δὲ ὁ ἕτερος· Συρίας τῆς κοίλης ἐστὶν ἀμφότερα. καὶ Λώτῳ μὲν τοιαύτην συνέβη τὴν ἐκ Σοδομιτῶν ἀναχώρησιν γενέσθαι.
207
Ἅβραμος δὲ μετῴκησεν εἰς Γέραρα τῆς Παλαιστίνης ἐν ἀδελφῆς ἐπαγόμενος σχήματι τὴν Σάρραν, ὅμοια τοῖς πρὶν ὑποκρινάμενος διὰ τὸν φόβον· ἐδεδίει γὰρ Ἀβιμέλεχον τὸν βασιλέα τῶν ἐπιχωρίων· ὃς καὶ αὐτὸς ἐρασθεὶς τῆς Σάρρας φθείρειν οἷός τε ἦν.
208
εἴργεται δὲ τῆς ἐπιθυμίας ὑπὸ νόσου χαλεπῆς αὐτῷ προσπεσούσης ἐκ θεοῦ καὶ τῶν ἰατρῶν αὐτὸν ἀπεγνωκότων ὑπνώσας ὄναρ ὁρᾷ μηδὲν ὑβρίζειν τὴν τοῦ ξένου γυναῖκα, καὶ ῥᾷον διατεθεὶς φράζει πρὸς τοὺς φίλους, ὡς ὁ θεὸς ταύτην αὐτῷ ἐπάγει τὴν νόσον ὑπὲρ ἐκδικίας τοῦ ξένου φυλάσσων ἀνύβριστον αὐτῷ τὴν γυναῖκα, μὴ γὰρ ἀδελφὴν οὖσαν ἐπάγεσθαι νόμῳ δʼ αὐτῷ συνοικοῦσαν, ἐπαγγέλλεταί τε παρέξειν αὑτὸν εὐμενῆ τὸ λοιπὸν ἀδεοῦς ἐκείνου περὶ τὴν γυναῖκα γενομένου.
209
ταῦτα εἰπὼν μεταπέμπεται τὸν Ἅβραμον συμβουλευσάντων τῶν φίλων καὶ μηδὲν ἔτι περὶ τῆς γυναικὸς αὐτὸν ὡς πεισομένης τι τῶν αἰσχρῶν ἐκέλευσε δεδιέναι, θεὸν γὰρ αὐτοῦ κήδεσθαι, καὶ κατὰ τὴν συμμαχίαν τὴν ἐκείνου μεμενηκυῖαν ἀνύβριστον κομίζεσθαι. τοῦ δὲ θεοῦ μάρτυρος ὄντος καὶ τοῦ τῆς γυναικὸς συνειδότος ἔλεγε μηδʼ ἂν ὀρεχθῆναι τὴν ἀρχήν, εἰ γαμετὴν οὖσαν ἠπίστατο, ὡς ἀδελφὴν δὲ ἀγόμενον ἣν οὐκ ἠδίκουν.
210
παρακαλεῖ τε πρᾴως ἔχειν πρὸς αὐτὸν καὶ τὸν θεὸν εὐμενῆ ποιεῖν, παρʼ αὐτῷ τε μένειν βουλομένῳ πᾶσαν ἀφθονίαν ὑπάρξειν ἀπιέναι τε προαιρούμενον τεύξεσθαι πομπῆς καὶ πάντων ὅσων καὶ χρῄζων πρὸς αὐτὸν ἀφίκοιτο.