Book 1
211
ταῦτʼ εἰπόντος Ἅβραμος οὔτε τὴν συγγένειαν τῆς γυναικὸς ἐψεῦσθαι ἔλεγεν, ἀδελφοῦ γὰρ αὐτὴν εἶναι παῖδα, καὶ δίχα τοιαύτης ὑποκρίσεως οὐκ ἀσφαλῆ τὴν ἐπιδημίαν ὑπολαβεῖν. ὅσα τε ἐπὶ τῷ μηδὲν αἴτιος τῆς νόσου γεγονέναι προθυμηθῆναι δʼ αὐτοῦ περὶ τὴν σωτηρίαν, ἑτοίμως ἔφασκεν ἔχειν παρʼ αὐτῷ μένειν.
212
καὶ Ἀβιμέλεχος τήν τε γῆν πρὸς αὐτὸν νέμεται καὶ τὰ χρήματα, καὶ συντίθενται ἀδόλως πολιτεύσεσθαι ὑπέρ τινος φρέατος ποιούμενοι τὸν ὅρκον, ὃ Βηρσουβαὶ καλοῦσιν· ὅρκιον δὲ φρέαρ λέγοιτʼ ἄν. οὕτω δʼ ἔτι καὶ νῦν ὑπὸ τῶν ἐπιχωρίων ὠνόμασται.
213
Γίνεται δὲ Ἁβράμῳ μετʼ οὐ πολὺ καὶ παῖς ἐκ Σάρρας, ὡς αὐτῷ ὑπὸ τοῦ θεοῦ προείρητο, ὃν Ἴσακον ὠνόμασε· τοῦτο γέλωτα σημαίνει· διὰ μέντοι τὸ τὴν Σάρραν μειδιάσαι τέξεσθαι φήσαντος αὐτὴν τοῦ θεοῦ μὴ προσδοκῶσαν ἤδη τοκετοῦ πρεσβυτέραν οὖσαν τὸν υἱὸν οὕτως ἐκάλεσεν. αὐτὴ μὲν γὰρ ἐνενήκοντα εἶχεν ἔτη ἑκατὸν δὲ Ἅβραμος.
214
τίκτεται δὲ παῖς ἑκατέρων τῷ ὑστάτῳ ἔτει, ὃν εὐθὺς μετʼ ὀγδόην ἡμέραν περιτέμνουσι, κἀξ ἐκείνου μετὰ τοσαύτας ἔθος ἔχουσιν οἱ Ἰουδαῖοι ποιεῖσθαι τὰς περιτομάς, Ἄραβες δὲ μετὰ ἔτος τρισκαιδέκατον· Ἰσμαῆλος γὰρ ὁ κτίστης αὐτῶν τοῦ ἔθνους Ἁβράμῳ γενόμενος ἐκ τῆς παλλακῆς ἐν τούτῳ περιτέμνεται τῷ χρόνῳ· περὶ οὗ τὸν πάντα λόγον ἐκθήσομαι μετὰ πολλῆς ἀκριβείας.
215
Σάρρα δὲ γεννηθέντα τὸν Ἰσμαῆλον ἐκ τῆς δούλης αὐτῆς Ἀγάρης τὸ μὲν πρῶτον ἔστεργεν οὐδὲν ἀπολείπουσα τῆς πρὸς ἴδιον υἱὸν εὐνοίας, ἐτρέφετο γὰρ ἐπὶ τῇ τῆς ἡγεμονίας διαδοχῇ, τεκοῦσα δʼ αὐτὴ τὸν Ἴσακον οὐκ ἠξίου παρατρέφεσθαι τούτῳ τὸν Ἰσμαῆλον ὄντα πρεσβύτερον καὶ κακουργεῖν δυνάμενον τοῦ πατρὸς αὐτοῖς ἀποθανόντος.
216
ἔπειθεν οὖν τὸν Ἅβραμον εἰς ἀποικίαν ἐκπέμπειν αὐτὸν μετὰ τῆς μητρός. ὁ δὲ κατὰ μὲν ἀρχὰς οὐ προσετίθετο τὴν αὑτοῦ γνώμην οἷς ἡ Σάρρα ἐσπουδάκει πάντων ὠμότατον ἡγούμενος εἶναι παῖδα νήπιον καὶ γυναῖκα ἄπορον τῶν ἀναγκαίων ἐκπέμπειν.
217
ὕστερον δέ, καὶ γὰρ ὁ θεὸς ἠρέσκετο τοῖς ὑπὸ τῆς Σάρρας προσταττομένοις, πεισθεὶς παρεδίδου τὸν Ἰσμαῆλον τῇ μητρὶ μήπω διʼ αὐτοῦ χωρεῖν δυνάμενον, ὕδωρ τε ἐν ἀσκῷ καὶ ἄρτον φερομένην ἐκέλευεν ἀπιέναι ὁδηγῷ τῇ ἀνάγκῃ χρωμένην.