Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 1

295 Ἰάκωβος δὲ πᾶσαν αὐτῷ τὴν αἰτίαν διηγεῖτο λέγων Ἰσάκῳ γενέσθαι παῖδας διδύμους αὐτόν τε καὶ Ἡσαῦν, ὃν ἐπεὶ τῶν τοῦ πατρὸς εὐχῶν διήμαρτε σοφίᾳ τῆς μητρὸς εἰς αὐτὸν γενομένων, ἀποκτεῖναι ζητεῖν αὐτὸν ὡς ἀφῃρημένον τῆς παρὰ τοῦ θεοῦ βασιλείας καὶ ἀγαθῶν ὧν ὁ πατὴρ ηὔξατο.
296 ταύτην τε εἶναι τὴν αἰτίαν τῆς ἐνθάδε παρουσίας κατὰ τὴν τῆς μητρὸς ἐντολήν· πᾶσί τε γὰρ ἡμῖν ἀδελφοὶ τυγχάνουσι καὶ πλέον τοῦ κατʼ ἐκείνους συγγενοῦς ἡ μήτηρ προσλαμβάνει. ἔρυμα δὲ τῆς ἐμῆς, φησίν, ἀποδημίας σέ τε καὶ τὸν θεὸν ποιούμενος θαρρῶ τοῖς παροῦσι.
297 Λάβανος δὲ καὶ διὰ τοὺς προγόνους ὑπισχνεῖται πάσης αὐτῷ μεταδώσειν φιλανθρωπίας καὶ διὰ τὴν μητέρα, πρὸς ἣν τὴν εὔνοιαν διὰ τῆς περὶ αὐτὸν σπουδῆς ἐνδείξεσθαι καὶ μὴ παρούσης· ποιμνίων τε γὰρ αὐτὸν ἐπιμελητὴν καταστήσειν ἔφασκε καὶ προνομῆς ἀντὶ τούτων ἀξιώσειν, καὶ πρὸς τοὺς ἰδίους ἀπαλλάττεσθαι γονεῖς βουλόμενον μετὰ δώρων ἐπανήξειν καὶ τιμῆς ὅσης εἰκὸς ἦν τυχεῖν τὸν οὕτω συγγενῆ.
298 Ἰακώβου δὲ ἀσμένως ταῦτα ἀκούσαντος καὶ φήσαντος ἡδέως πάντα μένων παρʼ αὐτῷ πόνον εἰς ἡδονὴν ὑπομενεῖν τὴν ἐκείνου, μισθὸν δὲ ὑπὲρ τούτου λαβεῖν ἀξιοῦντος τὸν Ῥαχήλας γάμον διά τε τὰ ἄλλα τιμῆς ἀξίας παρʼ αὐτοῦ τυγχάνειν οὔσης, καὶ ὅτι διάκονος τῆς πρὸς αὐτὸν ἀφίξεως γένοιτο· ὁ γὰρ τῆς παιδὸς ἔρως αὐτὸν ἠνάγκασε ποιήσασθαι τοὺς περὶ τούτου λόγους.
299 Λάβανος δὲ ἡσθεὶς τούτοις ἐπινεύει τὸν γάμον αὐτῷ τῆς παιδὸς οὐκ ἄλλον ἀμείνω γαμβρὸν εὐξάμενος ἐλθεῖν· εἰ μέντοι παρʼ αὐτῷ μένοι τινὰ χρόνον, τοῦτο ποιήσειν· εἰς γὰρ Χαναναίους οὐκ ἂν πέμψαι τὴν θυγατέρα· μεταμέλειν γὰρ αὐτῷ καὶ τοῦ τῆς ἀδελφῆς κήδους ἐκεῖ συναφθέντος.
300 τοῦ δʼ Ἰακώβου τούτοις συγχωροῦντος ἑπτὰ ἐτῶν χρόνον συντίθεται· τοσάδε γὰρ αὐτῷ κέκριται θητεῦσαι τῷ πενθερῷ, ἵνα τῆς ἀρετῆς πεῖραν δοὺς ἐπιγνωσθῇ μᾶλλον τίς εἴη. καὶ προσδεξάμενος τὸν λόγον Λάβανος τοῦ χρόνου διελθόντος προυτίθει τὴν εὐωχίαν τῶν γάμων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme