Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 1

50 ἀφείλετο δὲ καὶ τὸν ὄφιν τὴν φωνὴν ὀργισθεὶς ἐπὶ τῇ κακοηθείᾳ τῇ πρὸς τὸν Ἄδαμον καὶ ἰὸν ἐντίθησιν ὑπὸ τὴν γλῶτταν αὐτῷ πολέμιον ἀποδείξας ἀνθρώποις καὶ ὑποθέμενος κατὰ τῆς κεφαλῆς φέρειν τὰς πληγάς, ὡς ἐν ἐκείνῃ τοῦ τε κακοῦ τοῦ πρὸς ἀνθρώπους κειμένου καὶ τῆς τελευτῆς ῥᾴστης τοῖς ἀμυνομένοις ἐσομένης, ποδῶν τε αὐτὸν ἀποστερήσας σύρεσθαι κατὰ τῆς γῆς ἰλυσπώμενον ἐποίησε.
51 καὶ ὁ μὲν θεὸς ταῦτα προστάξας αὐτοῖς πάσχειν μετοικίζει τὸν Ἄδαμον καὶ τὴν Εὔαν ἐκ τοῦ κήπου εἰς ἕτερον χωρίον.
52 Γίνονται δὲ αὐτοῖς παῖδες ἄρρενες δύο· προσηγορεύετο δὲ αὐτῶν ὁ μὲν πρῶτος Κάις, κτίσιν δὲ σημαίνει τοῦτο μεθερμηνευόμενον τοὔνομα, Ἄβελος δὲ ὁ δεύτερος, σημαίνει δὲ οὐθὲν τοῦτο·
53 γίνονται δὲ αὐτοῖς καὶ θυγατέρες. οἱ μὲν οὖν ἀδελφοὶ διαφόροις ἔχαιρον ἐπιτηδεύμασιν· Ἄβελος μὲν γὰρ ὁ νεώτερος δικαιοσύνης ἐπεμελεῖτο καὶ πᾶσι τοῖς ὑπʼ αὐτοῦ πραττομένοις παρεῖναι τὸν θεὸν νομίζων ἀρετῆς προενόει, ποιμενικὸς δʼ ἦν ὁ βίος αὐτῷ· Κάις δὲ τά τε ἄλλα πονηρότατος ἦν καὶ πρὸς τὸ κερδαίνειν μόνον ἀποβλέπων γῆν τε ἀροῦν ἐπενόησε πρῶτος καὶ κτείνει δὲ τὸν ἀδελφὸν ἐκ τοιαύτης αἰτίας·
54 θῦσαι τῷ θεῷ δόξαν αὐτοῖς ὁ μὲν Κάις τοὺς ἀπὸ τῆς γεωργίας καὶ φυτῶν καρποὺς ἐπήνεγκεν, Ἄβελος δὲ γάλα καὶ τὰ πρωτότοκα τῶν βοσκημάτων. ὁ δὲ θεὸς ταύτῃ μᾶλλον ἥδεται τῇ θυσίᾳ τοῖς αὐτομάτοις καὶ κατὰ φύσιν γεγονόσι τιμώμενος, ἀλλʼ οὐχὶ τοῖς κατʼ ἐπίνοιαν ἀνθρώπου πλεονέκτου βίᾳ πεφυκόσιν.
55 ἔνθεν ὁ Κάις παροξυνθεὶς ἐπὶ τῷ προτετιμῆσθαι τὸν Ἄβελον ὑπὸ τοῦ θεοῦ κτείνει τὸν ἀδελφὸν καὶ τὸν νεκρὸν αὐτοῦ ποιήσας ἀφανῆ λήσειν ὑπέλαβεν. ὁ δὲ θεὸς συνεὶς τὸ ἔργον ἧκε πρὸς τὸν Κάιν περὶ τἀδελφοῦ πυνθανόμενος, ποῖ ποτʼ εἴη· πολλῶν γὰρ αὐτὸν οὐκ ἰδεῖν ἡμερῶν τὸν ἄλλον χρόνον πάντα μετʼ αὐτοῦ βλέπων αὐτὸν ἀναστρεφόμενον.
56 ὁ δὲ Κάις ἀπορούμενος καὶ οὐκ ἔχων ὅ τι λέγοι πρὸς τὸν θεὸν ἀμηχανεῖν μὲν καὶ αὐτὸς ἔφασκε τὸ πρῶτον ἐπὶ τἀδελφῷ μὴ βλεπομένῳ, παροξυνθεὶς δὲ τοῦ θεοῦ λιπαρῶς ἐγκειμένου καὶ πολυπραγμονοῦντος οὐκ εἶναι παιδαγωγὸς καὶ φύλαξ αὐτοῦ καὶ τῶν ὑπʼ αὐτοῦ πραττομένων ἔλεγεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme