Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

arg α. Στρατεία τοῦ Ἀσσυρίων βασιλέως Σεναχειρίβου ἐπὶ Ἱεροσόλυμα καὶ πολιορκία τοῦ βασιλέως αὐτῶν Ἐζεκίου.
arg β. ὡς ἐφθάρη τὸ τῶν Ἀσσυρίων στράτευμα λοιμικῶς ἐν μιᾷ νυκτὶ καὶ ὁ βασιλεὺς αὐτῶν ἀναζεύξας οἴκαδε ἐξ ἐπιβουλῆς τῶν τέκνων ἀπέθανεν.
arg γ. ὡς τὸν μεταξὺ χρόνον μετ' εἰρήνης Ἐζεκίας διαγαγὼν ἐτελεύτησε διάδοχον τῆς βασιλείας Μανασσῆν καταλιπών.
arg δ. ὅτι στρατεύσαντες ἐπ' αὐτὸν οἱ Χαλδαίων καὶ Βαβυλωνίων βασιλεῖς καὶ νικήσαντες αὐτὸν αἰχμάλωτον λαβόντες ἤγαγον εἰς Βαβυλῶνα, καὶ κατασχόντες αὐτόθι πολὺν χρόνον εἰς τὴν αὐτὴν βασιλείαν πάλιν ἀπέλυσαν.
arg ε. ὡς τὸν Αἰγυπτίων βασιλέα Νεχαῶνα στρατευσάμενον ἐπὶ Βαβυλωνίους καὶ ποιούμενον διὰ τῆς Ἰουδαίας τὴν ὁδὸν κωλύων ὁ βασιλεὺς Ἰωσίας ὑπαντᾷ· μάχης δὲ γενομένης τραυματίας κομισθεὶς εἰς Ἱεροσόλυμα τελευτᾷ καὶ τὸν υἱὸν αὐτοῦ Ἰωάζην ἀπέδειξαν οἱ Ἱεροσολυμῖται βασιλέα.
arg ϛ. ὡς συμβαλὼν ὁ Νεχαὼς τῷ τῶν Βαβυλωνίων βασιλεῖ κατὰ τὸν Εὐφράτην ποταμὸν καὶ ὑποστρέφων εἰς Αἴγυπτον ἧκεν εἰς Ἱεροσόλυμα καὶ τὸν μὲν Ἰωάζην ἤγαγεν εἰς Αἴγυπτον, τὸν δ' ἀδελφὸν αὐτοῦ Ἰωάκειμον ἀνέδειξε βασιλέα τῶν Ἱεροσολυμιτῶν.
arg ζ. Ναβουχοδονοσάρου τοῦ τῶν Βαβυλωνίων βασιλέως στρατεία εἰς Συρίαν, καὶ ὡς πᾶσαν αὐτὴν καταστρεψάμενος ἄχρι τῶν ὅρων τῶν Αἰγυπτίων ἀνέβη εἰς Ἱεροσόλυμα καὶ τὸν βασιλέα αὐτῶν Ἰωάκειμον φίλον ἠνάγκασεν εἶναι καὶ σύμμαχον.
arg η. ὡς μετὰ τὴν ἀναχώρησιν τὴν τοῦ Βαβυλωνίου πάλιν ὁ Ἰωάκειμος ἐφρόνησε τὰ τῶν Αἰγυπτίων καὶ στρατεύσας ἐπ' αὐτὸν ὁ Ναβουχοδονόσαρος καὶ πολιορκήσας τῆς πόλεως παραδούσης ἑαυτὴν μετὰ χρόνον τὸν μὲν Ἰωάκειμον ἀπέκτεινεν, Ἰωάκειμον δὲ τὸν υἱὸν αὐτοῦ κατέστησε βασιλέα· καὶ ὡς πολλὰ χρήματα λαβὼν ἐκ τῶν Ἱεροσολύμων εὐθέως εἰς Συρίαν ὑπέστρεψεν.
arg θ. ὅτι μετανοήσας ἐπὶ τῷ τὸν Ἰωάκειμον ποιῆσαι βασιλέα καὶ στρατεύσας ἐπὶ Ἱεροσόλυμα ἐγκρατὴς τοῦ Ἰωακείμου γίνεται παραδόντος αὑτὸν μετὰ τῆς μητρὸς καὶ τῶν φίλων, ὅπως τ' ἔλαβε πολλοὺς αἰχμαλώτους ὁ Βαβυλώνιος καὶ ἀναθήματα βαστάσας ἐκ τοῦ ἱεροῦ ἀνέστρεψεν εἰς Βαβυλῶνα τὸν Ἰεχονίου θεῖον Σαχχίαν τῶν Ἱεροσολυμιτῶν βασιλέα καταστήσας.
1 / 45 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme