Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

56 οἳ μηδὲν ὑπερθέσει μηδὲ ἀναβολῇ δόντες ἀρχιτέκτονας καὶ πάνθʼ ὅσα πρὸς τὴν ἐπισκευὴν χρήσιμα παρασκευάσαντες εἴχοντο τῶν ἔργων. καὶ ὁ μὲν ναὸς οὕτως ἐπισκευασθεὶς τὴν τοῦ βασιλέως εὐσέβειαν φανερὰν ἐποίησεν.
57 Ὄγδοον δʼ ἤδη καὶ δέκατον τῆς βασιλείας ἔτος ἔχων πέμπει πρὸς Ἐλιακίαν τὸν ἀρχιερέα κελεύων τὸ περισσὸν χωνεύσαντα ποιῆσαι κρατῆρας καὶ σπονδεῖα καὶ φιάλας εἰς τὴν διακονίαν, ἔτι δὲ καὶ ὅσος ἂν ᾖ χρυσὸς ἐν τοῖς θησαυροῖς καὶ ἄργυρος καὶ τοῦτον προκομίσαντας εἰς τοὺς κρατῆρας ὁμοίως καὶ τὰ τοιαῦτα σκεύη δαπανῆσαι.
58 προκομίζων δὲ τὸν χρυσὸν ὁ ἀρχιερεὺς Ἐλιακίας ἐντυγχάνει ταῖς ἱεραῖς βίβλοις ταῖς Μωυσέος ἐν τῷ ναῷ κειμέναις καὶ προκομίσας δίδωσι τῷ γραμματεῖ Σαφᾷ. ὁ δὲ ἀναγνοὺς παραγίνεται πρὸς τὸν βασιλέα καὶ πάντα ὅσα κελεύει γενέσθαι τέλος ἔχοντα ἐδήλου, παρανέγνω δʼ αὐτῷ καὶ τὰς βίβλους αὐτῶν.
59 ἀκούσας δὲ καὶ περιρρηξάμενος τὴν ἐσθῆτα τὸν ἀρχιερέα καλέσας Ἐλιακίαν καὶ αὐτὸν τὸν γραμματέα καὶ τῶν ἀναγκαιοτάτων φίλων τινὰς ἔπεμψε πρὸς τὴν προφῆτιν Ὀολδά, γυναῖκα δὲ Σαλλούμου τῶν ἐν δόξῃ τινὸς καὶ διʼ εὐγένειαν ἐπιφανοῦς, καὶ προσελθόντας ἐκέλευε λέγειν ἱλάσκεσθαι τὸν θεὸν καὶ πειρᾶσθαι ποιεῖν εὐμενῆ· δέος γὰρ εἶναι, μὴ παραβάντων τοὺς Μωυσέος νόμους τῶν προγόνων αὐτῶν κινδυνεύσωσιν ἀνάστατοι γενέσθαι καὶ τῆς οἰκείας ἐκπεσόντες ἐπʼ ἀλλοτρίας ἔρημοι πάντων καταστρέψωσιν οἰκτρῶς τὸν βίον.
60 ἀκούσασα δʼ ἡ προφῆτις παρὰ τῶν πεμφθέντων ταῦτα διʼ αὐτῶν ὧν ἐπέστειλεν ὁ βασιλεὺς ἐκέλευσεν αὐτοὺς ἀπελθόντας πρὸς τὸν βασιλέα λέγειν, ὅτι τὸ μὲν θεῖον ἤδη κατʼ αὐτῶν ψῆφον ἤνεγκεν, ἣν οὐχ ἱκεσίαις ἄν τις ἄκυρον ποιήσειεν, ἀπολέσαι τὸν λαὸν καὶ τῆς χώρας ἐκβαλεῖν καὶ πάντων ἀφελέσθαι τῶν νῦν παρόντων ἀγαθῶν παραβάντας τοὺς νόμους καὶ τοσούτῳ μεταξὺ χρόνῳ μὴ μετανοήσαντας, τῶν τε προφητῶν τοῦτο παραινούντων σωφρονεῖν καὶ τὴν ἐπὶ τοῖς ἀσεβήμασι τιμωρίαν προλεγόντων·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme