Book 10
91
καὶ οἱ μὲν ἄλλοι πάντες ἤνεγκαν τὰς ψήφους κατʼ αὐτοῦ οἳ καὶ ἀπέγνωσαν τῶν πρεσβυτέρων, οἱ δὲ σοφῆς ὄντες διανοίας ἀπέλυσαν τὸν προφήτην ἀπὸ τῆς αὐλῆς καὶ τοῖς ἄλλοις συνεβούλευσαν μηδὲν διαθεῖναι κακὸν τὸν Ἱερεμίαν.
92
ἔλεγον γὰρ οὐ μόνον τοῦτον προλέγειν τῇ πόλει τὰ μέλλοντα, ἀλλὰ καὶ Μιχαίαν πρὸ αὐτοῦ ταῦτα κατηγγελκέναι καὶ πολλοὺς ἄλλους, ὧν οὐδεὶς ὑπὸ τῶν τότε βασιλέων οὐδὲν ἔπαθεν, ἀλλʼ ὡς προφήτης τοῦ θεοῦ τιμῆς ἔτυχε.
93
τούτοις καταπραΰναντες τὸ πλῆθος τοῖς λόγοις ἐρρύσαντο τῆς κατεψηφισμένης αὐτοῦ κολάσεως τὸν Ἱερεμίαν, ὃς ἁπάσας αὑτοῦ τὰς προφητείας συγγραψάμενος νηστεύοντος τοῦ δήμου καὶ ἐκκλησιάζοντος ἐν τῷ ἱερῷ μηνὶ ἐνάτῳ τοῦ πέμπτου ἔτους τῆς Ἰωακείμου βασιλείας ἀνέγνω τὴν βίβλον, ἣν περὶ τῶν μελλόντων συμβήσεσθαι τῇ πόλει καὶ τῷ ναῷ καὶ τοῖς ὄχλοις ἦν συντεταχώς.
94
ἀκούσαντες δʼ οἱ ἡγεμόνες λαμβάνουσι παρʼ αὐτοῦ τὸ βιβλίον καὶ κελεύουσιν αὐτόν τε καὶ τὸν γραμματέα Βαροῦχον ἐκποδὼν αὑτοὺς ποιῆσαι, μή τισι δῆλοι γένωνται, τὸ δὲ βιβλίον αὐτοὶ φέροντες τῷ βασιλεῖ διδόασιν. ὁ δὲ παρόντων αὐτῷ τῶν φίλων ἐκέλευσε τὸν αὑτοῦ γραμματέα λαβόντα ἀναγνῶναι.
95
ἀκούσας δὲ τῶν ἐν τῷ βιβλίῳ καὶ ὀργισθεὶς ὁ βασιλεὺς διέρρηξέ τε καὶ βαλὼν εἰς πῦρ ἠφάνισε, ζητηθέντας δὲ τόν τε Ἱερεμίαν καὶ τὸν γραμματέα Βαροῦχον ἐκέλευσεν ἀχθῆναι πρὸς αὐτὸν κολασθησομένους. οὗτοι μὲν οὖν διαφεύγουσιν αὐτοῦ τὴν ὀργήν.
96
Μετʼ οὐ πολὺν δὲ χρόνον στρατευόμενον ἐπʼ αὐτὸν τὸν τῶν Βαβυλωνίων βασιλέα δέχεται κατὰ δέος τῶν προειρημένων ὑπὸ τοῦ προφήτου τούτου, οὐδὲν νομίζων πείσεσθαι δεινὸν μηδὲ ἀποκλείσας μηδὲ πολεμήσας,
97
ἀπελθὼν δʼ εἰς αὐτὸν ὁ Βαβυλώνιος οὐκ ἐφύλαξε τὰς πίστεις, ἀλλὰ τοὺς ἀκμαιοτάτους καὶ κάλλει διαφέροντας τῶν Ἱεροσολυμιτῶν ἀπέκτεινε μετὰ τοῦ βασιλέως Ἰωακείμου, ὃν ἄταφον ἐκέλευσε ῥιφῆναι πρὸ τῶν τειχῶν· τὸν δὲ υἱὸν αὐτοῦ Ἰωάκειμον κατέστησε βασιλέα τῆς χώρας καὶ τῆς πόλεως.