Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

98 τοὺς δʼ ἐν ἀξιώματι τρισχιλίους ὄντας τὸν ἀριθμὸν αὐτοῦ αἰχμαλώτους λαβὼν ἀπήγαγεν εἰς τὴν Βαβυλῶνα· ἐν δὲ τούτοις ἦν καὶ ὁ προφήτης Ἰεζεκίηλος παῖς ὤν. καὶ τέλος μὲν τοιοῦτον Ἰωάκειμον τὸν βασιλέα κατέσχε βιώσαντα μὲν ἓξ καὶ τριάκοντα ἔτη βασιλεύσαντα δὲ τούτων ἕνδεκα, ὁ δὲ διαδεξάμενος αὐτοῦ τὴν βασιλείαν Ἰωάκειμος, ἐκ μητρὸς μὲν Νοόστης ὄνομα πολίτιδος δέ, ἐβασίλευσε μῆνας τρεῖς ἡμέρας δέκα.
99 Τὸν δὲ τῶν Βαβυλωνίων βασιλέα δόντα τὴν βασιλείαν Ἰωακείμῳ παραχρῆμα ἔλαβε δέος· ἔδεισε γάρ, μὴ μνησικακήσας αὐτῷ τῆς τοῦ πατρὸς ἀναιρέσεως ἀποστήσῃ τὴν χώραν αὐτοῦ· πέμψας τοιγαροῦν δύναμιν ἐπολιόρκει τὸν Ἰωάκειμον ἐν τοῖς Ἱεροσολύμοις.
100 ὁ δὲ φύσει χρηστὸς ὢν καὶ δίκαιος οὐκ ἠξίου τὴν πόλιν κινδυνεύουσαν διʼ αὐτὸν περιορᾶν, ἀλλʼ ἀπάρας τὴν μητέρα καὶ τοὺς συγγενεῖς παραδίδωσι τοῖς πεμφθεῖσιν ὑπὸ τοῦ Βαβυλωνίου στρατηγοῖς ὅρκους παρʼ αὐτῶν λαβὼν ὑπὲρ τοῦ μηδὲν μήτʼ αὐτοὺς παθεῖν μήτε τὴν πόλιν.
101 οἷς οὐδʼ ἐνιαυτὸν ἡ πίστις ἔμεινεν· οὐ γὰρ ἐφύλαξεν αὐτὴν ὁ τῶν Βαβυλωνίων βασιλεύς, ἀλλὰ τοῖς στρατηγοῖς ἐπέστειλεν ἅπαντας τοὺς ἐν τῇ πόλει λαβόντας αἰχμαλώτους νέους τὴν ἡλικίαν καὶ τεχνίτας δεδεμένους ἄγειν πρὸς αὑτόν, ἦσαν δὲ οὗτοι πάντες εἰς μυρίους ὀκτακοσίους τριακονταδύο, καὶ τὸν Ἰωάκειμον μετὰ τῆς μητρὸς καὶ τῶν φίλων.
102 τούτους δὴ κομισθέντας πρὸς αὑτὸν εἶχεν ἐν φυλακῇ· τὸν δὲ θεῖον τοῦ Ἰωακείμου Σαχχίαν ἀπέδειξε βασιλέα ὅρκους παρʼ αὐτοῦ λαβών, ἦ μὴν φυλάξειν αὐτῷ τὴν χώραν καὶ μηδὲν νεωτερίσειν μηδὲ τοῖς Αἰγυπτίοις εὐνοήσειν.
103 Σαχχίας δʼ ἦν ἐτῶν μὲν εἴκοσι καὶ ἑνός, ὅτε τὴν ἀρχὴν παρέλαβεν, ὁμομήτριος μὲν Ἰωακείμου τοῦ ἀδελφοῦ αὐτοῦ, τῶν δὲ δικαίων καὶ τοῦ δέοντος ὑπερόπτης· καὶ γὰρ τὴν ἡλικίαν ἦσαν ἀσεβεῖς περὶ αὐτὸν καὶ ὁ πᾶς ὄχλος ἐπʼ ἐξουσίας ὕβριζεν ἃ ἤθελεν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme