Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

124 Μεταπεμψαμένου δʼ αὐτὸν κρύφα τοῦ βασιλέως καὶ τί δύναται φράζειν αὐτῷ παρὰ τοῦ θεοῦ καὶ πρὸς τὰ παρόντα σημαίνειν ἐρομένου, ἔχειν μὲν ἔλεγεν, οὐ πιστευθήσεσθαι δʼ εἰπὼν οὐδὲ παραινέσας ἀκουσθήσεσθαι, ἀλλʼ ὡς δὴ μέγα κακόν τι εἰργασμένον ἀπολέσαι διέγνωσαν οἱ σοὶ φίλοι , φησί, καὶ ποῦ νῦν εἰσιν οἱ τὸν Βαβυλώνιον οὐκέθʼ ἡμῖν ἐπιστρατεύσειν φάσκοντες καὶ ἀπατῶντες ὑμᾶς; εὐλαβοῦμαι δὲ νῦν γε τὴν ἀλήθειαν εἰπεῖν, μή με κατακρίνῃς θανάτῳ. τοῦ δὲ βασιλέως ὅρκους αὐτῷ δόντος,
125 ὡς οὔτε αὐτὸς αὐτὸν ἀναιρήσει οὔτε τοῖς ἡγεμόσιν ἐκδώσει, θαρσήσας τῇ δεδομένῃ πίστει συνεβούλευσεν αὐτῷ παραδοῦναι τὴν πόλιν τοῖς Βαβυλωνίοις·
126 ταῦτα δὲ αὐτῷ τὸν θεὸν διʼ αὐτοῦ προφητεύειν ἔλεγεν, εἴ γε βούλεται σώζεσθαι καὶ τὸν ἐφεστῶτα κίνδυνον διαφυγεῖν καὶ μήτε τὴν πόλιν εἰς ἔδαφος πεσεῖν, μήτε τὸν ναὸν ἐμπρησθέντα γὰρ αὐτὸν τούτων παραίτιον ἔσεσθαι τῶν κακῶν τοῖς πολίταις καὶ αὑτῷ πανοικὶ τῆς συμφορᾶς.
127 ὁ δὲ ταῦτʼ ἀκούσας βούλεσθαι μὲν αὐτὸς ἔφη ποιεῖν ἃ παραινεῖ καὶ λέγει συνοίσειν αὐτῷ γινόμενα, δεδιέναι δὲ τοὺς αὐτομολήσαντας τῶν ὁμοφύλων πρὸς τοὺς Βαβυλωνίους, μὴ διαβληθεὶς ὑπʼ αὐτῶν τῷ βασιλεῖ κολασθῇ.
128 παρεθάρσυνε δὲ αὐτὸν ὁ προφήτης καὶ μάτην ὑπονοεῖν τὴν τιμωρίαν ἔλεγεν· οὐδενὸς γὰρ κακοῦ πειραθήσεσθαι παραδόντα τοῖς Βαβυλωνίοις οὔτʼ αὐτὸν οὔτε τὰ τέκνα οὔτε τὰς γυναῖκας, μενεῖν δὲ καὶ τὸν ναὸν ἀπαθῆ.
129 καὶ τὸν μὲν Ἱερεμίαν ταῦτʼ εἰπόντα ὁ βασιλεὺς ἀπέλυσεν προστάξας αὐτῷ πρὸς μηδένα τῶν πολιτῶν ἐξενεγκεῖν τὰ δόξαντʼ αὐτοῖς, ἀλλὰ μηδὲ τοῖς ἡγεμόσιν, εἰ μαθόντες αὐτὸν ὑπʼ αὐτοῦ μετάπεμπτον γεγονέναι πυνθάνονται τί κληθεὶς εἴποι πρὸς αὐτόν, φράζειν τι τούτων, ἀλλὰ σκήπτεσθαι πρὸς αὐτούς, ὅτι δεηθείη μὴ ἐν δεσμῷ τυγχάνειν καὶ φυλακῇ.
130 καὶ δὴ τοῦτο πρὸς αὐτοὺς ἔλεγεν· ἐπυνθάνοντο γὰρ ἐλθόντες πρὸς τὸν προφήτην, τί περὶ αὐτῶν ἀφίκοιτο πρὸς τὸν βασιλέα σκήπτεσθαι. ταῦτα μὲν οὕτως ἐλέχθη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme