Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

131 Τῆς δὲ πολιορκίας τῶν Ἱεροσολύμων ὁ Βαβυλώνιος ἐντεταμένως σφόδρα καὶ προθύμως εἴχετο· πύργους τε γὰρ μεγάλων οἰκοδομήσας χωμάτων ἀπʼ αὐτῶν ἀνεῖργε τοὺς τοῖς τείχεσιν ἐφεστῶτας, καὶ πολλὰ περὶ τὸν κύκλον ὅλον ἤγειρε χώματα τοῖς τείχεσι τὸ ὕψος ἴσα.
132 καρτερῶς δὲ καὶ προθύμως ἔφερον οἱ ἐντὸς τὴν πολιορκίαν· ἔκαμνον γὰρ οὔτε πρὸς τὸν λιμὸν οὔτε πρὸς τὴν νόσον τὴν λοιμικήν, ἀλλὰ καίπερ ἔνδον ὑπὸ τούτων ἐλαυνόμενοι τῶν παθῶν τὰς ψυχὰς ἔρρωντο πρὸς τὸν πόλεμον, μήτε πρὸς τὰς ἐπινοίας τῶν ἐχθρῶν καὶ τὰ μηχανήματα καταπληττόμενοι, ἀλλʼ ἀντιμηχανήματα πρὸς πάντα τὰ παρʼ ἐκείνων ἀντεπινοοῦντες·
133 ὡς εἶναι τὸν ὅλον ἀγῶνα καὶ τοῖς Βαβυλωνίοις καὶ τοῖς Ἱεροσολυμίταις τῆς ὀξύτητος καὶ συνέσεως, τῶν μὲν πλέον ἐν ταύτῃ δυνηθῆναι τὴν ἀναίρεσιν οἰομένων εἶναι τῆς πόλεως, τῶν δὲ τὴν σωτηρίαν ἐν οὐκ ἄλλῳ τιθεμένων ἢ ἐν τῷ μὴ καμεῖν μηδʼ ἀπειπεῖν ἀντεφευρίσκοντας οἷς μάταια τὰ τῶν ἐχθρῶν ἀπελεγχθήσεται μηχανήματα.
134 καὶ ταῦθʼ ὑπέμειναν ἐπὶ μῆνας ὀκτωκαίδεκα ἕως οὗ διεφθάρησαν ὑπὸ τοῦ λιμοῦ καὶ τῶν βελῶν, ἅπερ ἀπὸ τῶν πύργων εἰς αὐτοὺς ἠκόντιζον οἱ πολέμιοι.
135 Ἡιρέθη δʼ ἡ πόλις ἑνδεκάτῳ ἔτει τῆς Σαχχίου βασιλείας τοῦ τετάρτου μηνὸς τῇ ἐνάτῃ ἡμέρᾳ. εἷλον δʼ οὖν οἱ ἡγεμόνες τῶν Βαβυλωνίων, οἷς ἐπίστευσε τὴν πολιορκίαν ὁ Ναβουχοδονόσορος· αὐτὸς γὰρ ἐν Ἀραβαθᾶ διέτριβε πόλει. τὰ δὲ τῶν ἡγεμόνων ὀνόματα, εἴ τις ἐπιζητήσειε γνῶναι, οἵτινες τὰ Ἱεροσόλυμα πορθήσαντες ὑπέταξαν, ἦν Ῥεγάλσαρος, Ἀρέμαντος, Σεμέγαρος, Ναβώσαρις, Ἀχαράμψαρις.
136 ἁλούσης δὲ τῆς πόλεως περὶ μέσην νύκτα καὶ τῶν ἡγεμόνων τῶν πολεμίων εἰσελθόντων εἰς τὸ ἱερὸν γνοὺς ὁ Σαχχίας ὁ βασιλεύς, παραλαβὼν τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τοὺς ἡγεμόνας καὶ τοὺς φίλους φεύγει μετʼ αὐτῶν ἐκ τῆς πόλεως διὰ τῆς καρτερᾶς φάραγγος καὶ διὰ τῆς ἐρήμου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme