Book 10
163
Διαδραμούσης δὲ φήμης εἰς τὰ περὶ τὴν Ἰουδαίαν ἔθνη, ὅτι τοὺς ἀπὸ τῆς φυγῆς παρʼ αὐτὸν ἐλθόντας Γαδαλίας ἐδέξατο φιλανθρώπως καὶ τὴν γῆν αὐτοῖς γεωργοῦσι κατοικεῖν ἐφῆκεν, ἐφʼ ᾧ τελεῖν φόρον τῷ Βαβυλωνίῳ, συνέδραμον αὐτοὶ πρὸς τὸν Γαδαλίαν καὶ τὴν χώραν κατῴκησαν.
164
κατανοήσαντες δὲ τὴν χώραν καὶ τὴν τοῦ Γαδαλίου χρηστότητα καὶ φιλανθρωπίαν Ἰωάννης καὶ οἱ μετʼ αὐτοῦ ἡγεμόνες ὑπερηγάπησαν αὐτὸν καὶ Βαάλιμον τὸν τῶν Ἀμμανιτῶν βασιλέα ἔλεγον πέμψαι Ἰσμάηλον ἀποκτενοῦντα αὐτὸν δόλῳ κρυφίως, ὅπως αὐτὸς ἄρχῃ τῶν Ἰσραηλιτῶν· εἶναι γὰρ αὐτὸν ἐκ τοῦ γένους τοῦ βασιλικοῦ.
165
ῥύσεσθαί γε μὴν ἔλεγον αὐτὸν τῆς ἐπιβουλῆς, ἂν αὐτοῖς ἐφῇ κτεῖναι τὸν Ἰσμάηλον, ὡς οὐδενὸς γνωσομένου· δεδιέναι γὰρ ἔφασκον, μὴ φονευθεὶς αὐτὸς ὑπʼ ἐκείνου παντελὴς ἀπώλεια γένηται τῶν ὑπολελειμμένων τῆς τῶν Ἰσραηλιτῶν ἰσχύος.
166
ὁ δʼ ἀπιστεῖν αὐτοῖς ὡμολόγει κατʼ ἀνδρὸς εὖ πεπονθότος ἐπιβουλὴν τοιαύτην ἐμφανίσασιν· οὐ γὰρ εἰκὸς εἶναι παρὰ τηλικαύτην ἐρημίαν ὧν ἔχρῃζε μὴ διαμαρτόντα οὕτως πονηρὸν εἰς τὸν εὐεργετήσαντα καὶ ἀνόσιον εὑρεθῆναι, ὡς τῷ μὲν τὸ ἀδίκημα τὸ μὴ ὑπʼ ἄλλων ἐπιβουλευόμενον σῶσαι, σπουδάζειν δὲ αὐτὸν αὐτόχειρα ζητεῖν αὐτοῦ γενέσθαι.
167
οὐ μὴν ἀλλʼ εἰ ταῦτʼ ἀληθῆ δεῖ δοκεῖν, ἄμεινον ἔφασκεν ἀποθανεῖν αὐτὸν ὑπʼ ἐκείνου μᾶλλον, ἢ καταφυγόντα πρὸς αὐτὸν ἄνθρωπον καὶ πιστεύσαντα τὴν ἰδίαν σωτηρίαν καὶ παρακαταθέμενον αὐτῷ διαφθεῖραι.
168
Καὶ ὁ μὲν Ἰωάννης καὶ οἱ σὺν αὐτῷ τῶν ἡγεμόνων μὴ δυνηθέντες πεῖσαι τὸν Γαδαλίαν ἀπῆλθον. χρόνου δὲ διελθόντος ἡμερῶν τριάκοντα παραγίνεται πρὸς Γαδαλίαν εἰς Μασφαθὰ πόλιν Ἰσμάηλος μετʼ ἀνδρῶν δέκα, οὓς λαμπρᾷ τραπέζῃ καὶ ξενίοις ὑποδεξάμενος εἰς μέθην προήχθη φιλοφρονούμενος τὸν Ἰσμάηλον καὶ τοὺς σὺν αὐτῷ.
169
θεασάμενος δʼ αὐτὸν οὕτως ἔχοντα καὶ βεβαπτισμένον εἰς ἀναισθησίαν καὶ ὕπνον ὑπὸ τῆς μέθης ὁ Ἰσμάηλος ἀναπηδήσας μετὰ τῶν δέκα φίλων ἀποσφάττει τὸν Γαδαλίαν καὶ τοὺς κατακειμένους σὺν αὐτῷ ἐν τῷ συμποσίῳ. καὶ μετὰ τὴν τούτων ἀναίρεσιν ἐξελθὼν νυκτὸς ἅπαντας φονεύει τοὺς ἐν τῇ πόλει Ἰουδαίους καὶ τοὺς ὑπὸ τῶν Βαβυλωνίων καταλειφθέντας ἐν αὐτῇ τῶν στρατιωτῶν.