Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

6 οὗτοι μὲν οὖν προελθόντες ἀντικρὺ τῶν ἡγεμόνων τῆς στρατιᾶς τῶν Ἀσσυρίων ἔστησαν, θεασάμενος δʼ αὐτοὺς ὁ στρατηγὸς Ῥαψάκης ἐκέλευσεν ἀπελθόντας Ἐζεκίᾳ λέγειν, ὅτι βασιλεὺς μέγας Σεναχείριμος πυνθάνεται αὐτοῦ, τίνι θαρρῶν καὶ πεποιθὼς φεύγει δεσπότην αὐτοῦ καὶ ἀκροάσασθαι μὴ θέλει καὶ τὴν στρατιὰν οὐ δέχεται τῇ πόλει; ἦ διὰ τοὺς Αἰγυπτίους τὴν αὐτοῦ στρατιὰν ἐλπίζων ὑπʼ ἐκείνων αὐτῶν καταγωνίσασθαι;
7 εἰ δὲ τοῦτο προσδοκᾷ, δηλοῦν αὐτῷ, ὅτι ἀνόητός ἐστι καὶ ὅμοιος ἀνθρώπῳ, ὃς καλάμῳ ἐπερειδόμενος τεθλασμένῳ πρὸς τῷ καταπεσεῖν ἔτι καὶ τὴν χεῖρα διαπαρεὶς ᾔσθετο τῆς βλάβης. εἰδέναι δʼ ὅτι καὶ βουλήσει θεοῦ τὴν ἐπʼ αὐτὸν στρατείαν πεποίηται, ὃς αὐτῷ καταστρέψασθαι καὶ τὴν τῶν Ἰσραηλιτῶν βασιλείαν δέδωκεν, ἵνα τὸν αὐτὸν τρόπον καὶ τοὺς ἀρχομένους ὑπʼ αὐτοῦ διαφθείρῃ.
8 ταῦτα δὲ τὸν Ῥαψάκην ἑβραϊστὶ λέγοντα, τῆς γὰρ γλώττης εἶχεν ἐμπείρως, ὁ Ἐλιάκειμος φοβούμενος, μὴ τὸ πλῆθος ἐπακοῦσαν εἰς ταραχὴν ἐμπέσῃ, συριστὶ φράζειν ἠξίου. συνεὶς δʼ ὁ στρατηγὸς τὴν ὑπόνοιαν αὐτοῦ καὶ τὸ ἐπʼ αὐτῷ δέος μείζονι καὶ διατόρῳ τῇ φωνῇ χρώμενος ἀπεκρίνατο αὐτῷ ἑβραϊστὶ λέγειν, ὅπως ἀκούσαντες τὰ τοῦ βασιλέως προστάγματα πάντες τὸ συμφέρον ἕλωνται παραδόντες αὑτοὺς ἡμῖν·
9 δῆλον γὰρ ὡς τὸν λαὸν ὑμεῖς τε καὶ ὁ βασιλεὺς ἐλπίσι παρακρουόμενοι ματαίαις ἀντέχειν πείθετε. εἰ δὲ θαρρεῖτε καὶ τὴν δύναμιν ἡμῶν ἀπώσεσθαι νομίζετε, δισχιλίους ἐκ τῆς ἐμοὶ παρούσης ἵππους ἕτοιμός εἰμι ὑμῖν παρέχειν, οἷς ἰσαρίθμους ἐπιβάτας δόντες ἐμφανίσατε τὴν αὑτῶν δύναμιν· ἀλλʼ οὐκ ἂν οὕς γε μὴ ἔχετε τούτους δῴητε.
10 τί τοιγαροῦν βραδύνετε παραδιδόναι σφᾶς αὐτοὺς τοῖς κρείττοσι καὶ ληψομένοις ὑμᾶς καὶ μὴ θέλοντας; καίτοι τὸ μὲν ἑκούσιον τῆς παραδόσεως ἀσφαλὲς ὑμῖν, τὸ δὲ ἀκούσιον πολεμουμένοις ἐπικίνδυνον καὶ συμφορῶν αἴτιον φανεῖται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme