Book 10
184
Σαλμανάσσης μὲν οὖν ἀναστήσας τοὺς Ἰσραηλίτας κατῴκισεν ἀντʼ αὐτῶν τὸ τῶν Χουθαίων ἔθνος, οἳ πρότερον ἐνδοτέρω τῆς Περσίδος καὶ τῆς Μηδίας ἦσαν, τότε μέντοι Σαμαρεῖς ἐκλήθησαν τὴν τῆς χώρας εἰς ἣν κατῳκίσθησαν προσηγορίαν ἀναλαβόντες· ὁ δὲ τῶν Βαβυλωνίων βασιλεὺς τὰς δύο φυλὰς ἐξαγαγὼν οὐδὲν ἔθνος εἰς τὴν χώραν αὐτῶν κατῴκισε καὶ διὰ τοῦτο ἔρημος ἡ Ἰουδαία πᾶσα καὶ Ἱεροσόλυμα καὶ ὁ ναὸς διέμεινεν ἔτεσιν ἑβδομήκοντα.
185
τὸν δὲ σύμπαντα χρόνον, ὃς ἀπὸ τῆς τῶν Ἰσραηλιτῶν αἰχμαλωσίας ἐπὶ τὴν τῶν δύο φυλῶν ἀνάστασιν ἐληλύθει, ἑκατὸν ἔτη καὶ τριάκοντα καὶ μῆνας ἓξ καὶ δέκα ἡμέρας συνέβη γενέσθαι.
186
Ὁ δὲ τῶν Βαβυλωνίων βασιλεὺς Ναβουχοδονόσορος τοὺς εὐγενεστάτους λαβὼν τῶν Ἰουδαίων παῖδας καὶ τοὺς Σαχχίου τοῦ βασιλέως αὐτῶν συγγενεῖς, οἳ καὶ ταῖς ἀκμαῖς τῶν σωμάτων καὶ ταῖς εὐμορφίαις τῶν ὄψεων ἦσαν περίβλεπτοι, παιδαγωγοῖς καὶ τῇ διʼ αὐτῶν θεραπείᾳ παραδίδωσι ποιήσας τινὰς αὐτῶν ἐκτομίας·
187
τὸ δʼ αὐτὸ καὶ τοὺς ἄλλων ἐθνῶν ὅσα κατεστρέψατο ληφθέντας ἐν ὥρᾳ τῆς ἡλικίας διαθεὶς ἐχορήγει μὲν αὐτοῖς τὰ ἀπὸ τῆς τραπέζης αὐτοῦ εἰς δίαιταν, ἐπαίδευε δὲ καὶ τὰ ἐπιχώρια καὶ τὰ τῶν Χαλδαίων ἐξεδίδασκε γράμματα· ἦσαν δὲ οὗτοι σοφίαν ἱκανοὶ περὶ ἣν ἐκέλευε διατρίβειν.
188
ἦσαν δʼ ἐν τούτοις τῶν ἐκ τοῦ Σαχχίου γένους τέσσαρες καλοί τε καὶ ἀγαθοὶ τὰς φύσεις, ὧν ὁ μὲν Δανίηλος ἐκαλεῖτο, ὁ δὲ Ἀνανίας, ὁ δὲ Μισάηλος, ὁ δὲ τέταρτος Ἀζαρίας. τούτους ὁ Βαβυλώνιος μετωνόμασε καὶ χρῆσθαι προσέταξεν ἑτέροις ὀνόμασι.
189
καὶ τὸν μὲν Δανίηλον ἐκάλουν Βαλτάσαρον, τὸν δʼ Ἀνανίαν Σεδράχην, Μισάηλον δὲ Μισάχην, τὸν δʼ Ἀζαρίαν Ἀβδεναγώ. τούτους ὁ βασιλεὺς διʼ ὑπερβολὴν εὐφυΐας καὶ σπουδῆς τῆς περὶ τὴν παίδευσιν καὶ σοφίας ἐν προκοπῇ γενομένους εἶχεν ἐν τιμῇ καὶ στέργων διετέλει.