Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

195 Μετὰ δʼ ἔτος δεύτερον τῆς Αἰγύπτου πορθήσεως ὁ βασιλεὺς Ναβουχοδονόσορος ὄναρ ἰδὼν θαυμαστόν, οὗ τὴν ἔκβασιν κατὰ τοὺς ὕπνους αὐτὸς αὐτῷ ἐδήλωσεν ὁ θεός, τούτου μὲν ἐπιλανθάνεται διαναστὰς ἐκ τῆς κοίτης, μεταπεμψάμενος δὲ τοὺς Χαλδαίους καὶ τοὺς μάγους καὶ τοὺς μάντεις, ὡς εἴη τι ὄναρ ἑωρακὼς ἔλεγεν αὐτοῖς, καὶ τὸ συμβεβηκὸς περὶ τὴν λήθην ὧν εἶδε μηνύων ἐκέλευεν αὐτοὺς λέγειν, ὅτι τε ἦν τὸ ὄναρ καὶ τί τὸ σημεῖον.
196 τῶν δὲ ἀδύνατον εἶναι λεγόντων ἀνθρώποις τοῦτο εὑρεῖν, εἰ δὲ αὐτοῖς ἐκθοῖτο τὴν ὄψιν τοῦ ἐνυπνίου φράσειν τὸ σημεῖον ὑποσχομένων, θάνατον ἠπείλησεν αὐτοῖς, εἰ μὴ τὸ ὄναρ εἴποιεν, προσέταξε τε πάντας αὐτοὺς ἀναιρεθῆναι ποιῆσαι τὸ κελευσθὲν ὁμολογήσαντας μὴ δύνασθαι.
197 Δανίηλος δʼ ἀκούσας, ὅτι προσέταξε πάντας τοὺς σοφοὺς ὁ βασιλεὺς ἀποθανεῖν, ἐν τούτοις δὲ καὶ αὐτὸν μετὰ τῶν συγγενῶν κινδυνεύειν, πρόσεισιν Ἀριόχῃ τῷ τὴν ἐπὶ τῶν σωματοφυλάκων τοῦ βασιλέως ἀρχὴν πεπιστευμένῳ.
198 δεηθεὶς δὲ παρʼ αὐτοῦ τὴν αἰτίαν μαθεῖν, διʼ ἣν ὁ βασιλεὺς πάντας εἴη προστεταχὼς ἀναιρεθῆναι τοὺς σοφοὺς καὶ Χαλδαίους καὶ μάγους, καὶ μαθὼν τὸ περὶ τὸ ἐνύπνιον καὶ ὅτι κελευσθέντες ὑπὸ τοῦ βασιλέως τοῦτʼ αὐτῷ δηλοῦν ἐπιλελησμένῳ φήσαντες μὴ δύνασθαι παρώξυναν αὐτόν, παρεκάλεσε τὸν Ἀριόχην εἰσελθόντα πρὸς τὸν βασιλέα μίαν αἰτήσασθαι νύκτα τοῖς μάγοις καὶ ταύτῃ τὴν ἀναίρεσιν ἐπισχεῖν· ἐλπίζειν γὰρ διʼ αὐτῆς δεηθεὶς τοῦ θεοῦ γνώσεσθαι τὸ ἐνύπνιον.
199 ὁ δὲ Ἀριόχης ταῦτʼ ἀπήγγειλε τῷ βασιλεῖ Δανίηλον ἀξιοῦν. καὶ ὁ μὲν κελεύει τὴν ἀναίρεσιν ἐπισχεῖν τῶν μάγων ἕως γνῷ τὴν ὑπόσχεσιν τὴν Δανιήλου· ὁ δὲ παῖς μετὰ τῶν συγγενῶν ὑποχωρήσας πρὸς ἑαυτὸν διʼ ὅλης ἱκετεύει τὸν θεὸν τῆς νυκτὸς γνωρίσαι καὶ τοὺς μάγους καὶ τοὺς Χαλδαίους, οἷς δεῖ καὶ αὐτοὺς συναπολέσθαι, ῥύσασθαι δὲ τῆς τοῦ βασιλέως ὀργῆς ἐμφανίσαντα τὴν ὄψιν αὐτῷ καὶ ποιήσαντα δήλην, ἧς ὁ βασιλεὺς ἐπελέληστο διὰ τῆς παρελθούσης νυκτὸς ἰδὼν κατὰ τοὺς ὕπνους.
200 ὁ δὲ θεὸς ἅμα τούς τε κινδυνεύοντας ἐλεήσας καὶ τὸν Δανίηλον τῆς σοφίας ἀγασάμενος τό τε ὄναρ αὐτῷ γνώριμον ἐποίησε καὶ τὴν κρίσιν, ὡς ἂν καὶ τὸ σημαινόμενον ὁ βασιλεὺς παρʼ αὐτοῦ μάθοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme