Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

201 Δανίηλος δὲ γνοὺς παρὰ τοῦ θεοῦ ταῦτα περιχαρὴς ἀνίσταται καὶ τοῖς ἀδελφοῖς δηλώσας τοὺς μὲν ἀπεγνωκότας ἤδη τοῦ ζῆν καὶ πρὸς τῷ τεθνάναι τὴν διάνοιαν ἔχοντας εἰς εὐθυμίαν καὶ τὰς περὶ τοῦ βίου διήγειρεν ἐλπίδας,
202 εὐχαριστήσας δὲ τῷ θεῷ μετʼ αὐτῶν ἔλεον λαβόντι τῆς ἡλικίας αὐτῶν γενομένης ἡμέρας παραγίνεται πρὸς Ἀριόχην καὶ ἄγειν αὐτὸν ἠξίου πρὸς τὸν βασιλέα· δηλῶσαι γὰρ αὐτῷ βούλεσθαι τὸ ἐνύπνιον, ὅ φησιν ἰδεῖν πρὸ τῆς παρελθούσης νυκτός.
203 Εἰσελθὼν δὲ πρὸς τὸν βασιλέα Δανίηλος παρῃτεῖτο πρῶτον μὴ σοφώτερον αὐτὸν δόξαι τῶν ἄλλων Χαλδαίων καὶ μάγων, ὅτι μηδενὸς ἐκείνων τὸ ὄναρ εὑρεῖν δυνηθέντος αὐτὸς αὐτὸ μέλλοι λέγειν· οὐ γὰρ κατʼ ἐμπειρίαν οὐδʼ ὅτι τὴν διάνοιαν αὐτῶν μᾶλλον ἐκπεπόνηται τοῦτο γίνεται, ἀλλʼ ἐλεήσας ἡμᾶς ὁ θεὸς κινδυνεύοντας ἀποθανεῖν δεηθέντι περί τε τῆς ἐμῆς ψυχῆς καὶ τῶν ὁμοεθνῶν καὶ τὸ ὄναρ καὶ τὴν κρίσιν αὐτοῦ φανερὰν ἐποίησεν.
204 οὐχ ἧττον γὰρ τῆς ἐφʼ ἡμῖν αὐτοῖς καταδικασθεῖσιν ὑπὸ σοῦ μὴ ζῆν λύπης περὶ τῆς σῆς αὐτοῦ δόξης ἐφρόντιζον ἀδίκως οὕτως ἄνδρας καὶ ταῦτα καλοὺς κἀγαθοὺς ἀποθανεῖν κελεύσαντος, οἷς οὐδὲν μὲν ἀνθρωπίνης σοφίας ἐχόμενον προσέταξας, ὃ δʼ ἦν θεοῦ τοῦτο ἀπῄτεις παρʼ αὐτῶν.
205 σοὶ τοίνυν φροντίζοντι περὶ τοῦ τίς ἄρξει τοῦ κόσμου παντὸς μετὰ σέ, κοιμηθέντι βουλόμενος δηλῶσαι πάντας ὁ θεὸς τοὺς βασιλεύσοντας ὄναρ ἔδειξε τοιοῦτον·
206 ἔδοξας ὁρᾶν ἀνδριάντα μέγαν ἑστῶτα, οὗ τὴν μὲν κεφαλὴν συνέβαινεν εἶναι χρυσῆν, τοὺς δὲ ὤμους καὶ τοὺς βραχίονας ἀργυροῦς, τὴν δὲ γαστέρα καὶ τοὺς μηροὺς χαλκέους, κνήμας δὲ καὶ πόδας σιδηροῦς.
207 εἶτα λίθον ἐξ ὄρους ἀπορραγέντα ἐμπεσεῖν τῷ ἀνδριάντι καὶ τοῦτον καταβαλόντα συνθρύψαι καὶ μηδὲν αὐτοῦ μέρος ὁλόκληρον ἀφεῖναι, ὡς τὸν μὲν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὸν χαλκὸν καὶ τὸν σίδηρον ἀλεύρων λεπτότερον γενέσθαι, καὶ τὰ μὲν ἀνέμου πνεύσαντος σφοδροτέρου ὑπὸ τῆς βίας ἁρπαγέντα διασπαρῆναι, τὸν δὲ λίθον αὐξῆσαι τοσοῦτον, ὡς ἅπασαν δοκεῖν τὴν γῆν ὑπʼ αὐτοῦ πεπληρῶσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme