Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

247 μετʼ οὐ πολὺν δὲ χρόνον αὐτός τε ἐλήφθη καὶ ἡ πόλις Κύρου τοῦ Περσῶν βασιλέως ἐπʼ αὐτὸν στρατεύσαντος· Βαλτάσαρος γάρ ἐστιν, ἐφʼ οὗ τὴν αἵρεσιν τῆς Βαβυλῶνος συνέβη γενέσθαι, βασιλεύσαντος αὐτοῦ ἑπτακαίδεκα ἔτη.
248 τῶν μὲν οὖν Ναβουχοδονοσόρου τοῦ βασιλέως ἐγγόνων τὸ τέλος τοιοῦτον παρειλήφαμεν γενόμενον· Δαρείῳ δὲ τῷ καταλύσαντι τὴν Βαβυλωνίων ἡγεμονίαν μετὰ Κύρου τοῦ συγγενοῦς ἔτος ἦν ἑξηκοστὸν καὶ δεύτερον, ὅτε τὴν Βαβυλῶνα εἷλεν, ὃς ἦν Ἀστυάγους υἱός, ἕτερον δὲ παρὰ τοῖς Ἕλλησιν ἐκαλεῖτο ὄνομα·
249 ὃς καὶ Δανίηλον τὸν προφήτην λαβὼν ἤγαγεν εἰς Μηδίαν πρὸς αὑτὸν καὶ πάσης αὐτῷ τιμῆς μεταδιδοὺς εἶχε σὺν αὑτῷ· τῶν τριῶν γὰρ σατραπῶν ἦν, οὓς ἐπὶ τῶν ἑξήκοντα καὶ τριακοσίων σατραπειῶν κατέστησε· τοσούτους γὰρ ἐποίησε Δαρεῖος εἰς αὐτήν.
250 Δανίηλος τοίνυν ὢν ἐν τοιαύτῃ τιμῇ καὶ λαμπρᾷ σπουδῇ παρὰ τῷ Δαρείῳ καὶ πρὸς ἅπαντα ὑπʼ αὐτοῦ μόνος, ὡς ἂν ἔχων τὸ θεῖον πεπιστευμένος ἐν αὑτῷ, παραλαμβανόμενος ἐφθονήθη· βασκαίνουσι γὰρ οἱ μᾶλλον αὐτῶν ἑτέρους ἐν πλείονι τιμῇ παρὰ τοῖς βασιλεῦσι βλέποντες.
251 ζητούντων δʼ ἐπʼ αὐτὸν ἀφορμὴν διαβολῆς καὶ κατηγορίας τῶν ἀχθομένων ἐπʼ αὐτῷ εὐδοκιμοῦντι παρὰ τῷ Δαρείῳ παρεῖχεν αἰτίαν οὐδεμίαν· ὢν γὰρ καὶ χρημάτων ἐπάνω καὶ παντὸς λήμματος περιορῶν, αἴσχιστον αὐτῷ δοκεῖν κἂν ὑπὲρ ὧν δοθείη καλῶς πρὸς τὸ λαβεῖν, οὐδʼ ἡντιναοῦν τοῖς ζηλοτυποῦσιν αὐτὸν ἐγκλημάτων εὕρεσιν παρεῖχεν.
252 οἱ δʼ ὡς οὐδὲν εἶχον, ὃ κατειπόντες αὐτοῦ πρὸς τὸν βασιλέα ζημιώσουσιν αὐτὸν εἰς τὴν παρʼ αὐτοῦ τιμὴν αἰσχύνῃ καὶ διαβολῇ, τρόπον ἄλλον ἐζήτουν καθʼ ὃν αὐτὸν ἐκποδὼν ποιήσονται. ὁρῶντες οὖν τὸν Δανίηλον τρὶς τῆς ἡμέρας προσευχόμενον τῷ θεῷ πρόφασιν ἔγνωσαν εὑρηκέναι, διʼ ἧς ἀπολέσουσιν αὐτόν.
253 καὶ πρὸς τὸν Δαρεῖον ἐλθόντες ἀπήγγελλον αὐτῷ, ὡς τοῖς σατράπαις αὐτοῦ καὶ τοῖς ἡγεμόσι δόξειεν ἐπὶ τριάκονθʼ ἡμέρας ἀνεῖναι τὸ πλῆθος, ὅπως μήτʼ αὐτῷ τις μήτε τοῖς θεοῖς δεόμενος αὐτῶν καὶ εὐχόμενος εἴη, τὸν μέντοι γε αὐτῶν παραβάντα ταύτην τὴν γνώμην εἰς τὸν τῶν λεόντων ἔκριναν ῥῖψαι λάκκον ἀπολούμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme