Book 10
267
τὰ γὰρ βιβλία, ὅσα δὴ συγγραψάμενος καταλέλοιπεν, ἀναγινώσκεται παρʼ ἡμῖν ἔτι καὶ νῦν καὶ πεπιστεύκαμεν ἐξ αὐτῶν, ὅτι Δανίηλος ὡμίλει τῷ θεῷ· οὐ γὰρ τὰ μέλλοντα μόνον προφητεύων διετέλει, καθάπερ καὶ οἱ ἄλλοι προφῆται, ἀλλὰ καὶ καιρὸν ὥριζεν, εἰς ὃν ταῦτα ἀποβήσεται·
268
καὶ τῶν προφητῶν τὰ χείρω προλεγόντων καὶ διὰ τοῦτο δυσχεραινομένων ὑπὸ τῶν βασιλέων καὶ τοῦ πλήθους Δανίηλος ἀγαθῶν ἐγίνετο προφήτης αὐτοῖς, ὡς ἀπὸ μὲν τῆς εὐφημίας τῶν προλεγομένων εὔνοιαν ἐπισπᾶσθαι παρὰ πάντων, ἀπὸ δὲ τοῦ τέλους αὐτῶν ἀληθείας πίστιν καὶ δόξαν ὁμοῦ θειότητος παρὰ τοῖς ὄχλοις ἀποφέρεσθαι.
269
κατέλιπε δὲ γράψας, ὅθεν ἡμῖν ἀληθὲς τὸ τῆς προφητείας αὐτοῦ ἀκριβὲς καὶ ἀπαράλλακτον ἐποίησε δῆλον· φησὶ γὰρ αὐτὸν γενόμενον ἐν Σούσοις ἐν τῇ μητροπόλει τῆς Περσίδος, ὡς ἐξῆλθεν εἰς τὸ πεδίον μετὰ ἑταίρων αὐτοῦ, σεισμοῦ καὶ κλόνου τῆς γῆς ἐξαίφνης γενομένου καταλειφθείη μόνος φευγόντων τῶν φίλων καὶ πέσοι μὲν ἐπὶ στόμα ταραχθεὶς ἐπὶ τὰς δύο χεῖρας, τινὸς δʼ ἁψαμένου αὐτοῦ καὶ μεταξὺ κελεύοντος ἀναστῆναι καὶ τὰ μέλλοντα συμβήσεσθαι τοῖς πολίταις ἰδεῖν μετὰ πολλὰς γενεάς.
270
ἀναστάντι δʼ αὐτῷ δειχθῆναι κριὸν ἐσήμαινε μέγαν, πολλὰ μὲν ἐκπεφυκότα κέρατα, τελευταῖον δʼ αὐτῶν ὑψηλότερον ἔχοντα. ἔπειτʼ ἀναβλέψαι μὲν εἰς τὴν δύσιν, θεάσασθαι δὲ τράγον ἀπʼ αὐτῆς διʼ ἀέρος φερόμενον συρράξαντα τῷ κριῷ καὶ τοῖς κέρασι ῥήξαντα δὶς καταβαλεῖν αὐτὸν ἐπὶ τὴν γῆν καὶ πατῆσαι.
271
εἶτα τὸν τράγον ἰδεῖν ἐκ τοῦ μετώπου μέγιστον ἀναφύσαντα κέρας, οὗ κλασθέντος ἀναβλαστῆσαι τέσσαρα καθʼ ἕκαστον τῶν ἀνέμων τετραμμένα. ἐξ αὐτῶν δʼ ἀνασχεῖν καὶ ἄλλο μικρότερον ἀνέγραψεν, ὃ αὐξῆσαν ἔλεγεν αὐτῷ ὁ ταῦτα ἐπιδεικνὺς θεὸς πολεμήσειν αὐτοῦ τὸ ἔθνος καὶ τὴν πόλιν ἀναιρήσειν κατὰ κράτος, καὶ συγχεεῖν τὰ περὶ τὸν ναὸν καὶ τὰς θυσίας κωλύσειν γενέσθαι ἐπὶ ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα ἕξ.