Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

35 ὢν δʼ οὗτος ὁ προφήτης θεῖος ὁμολογουμένως καὶ θαυμάσιος τὴν ἀλήθειαν, πεποιθὼς τῷ μηδὲν ὅλως ψευδὲς εἰπεῖν ἅπανθʼ ὅσα προεφήτευσεν ἐγγράψας βίβλοις κατέλιπεν ἐκ τοῦ τέλους γνωρισθησόμενα τοῖς αὖθις ἀνθρώποις. καὶ οὐχ οὗτος μόνος ὁ προφήτης, ἀλλὰ καὶ ἄλλοι δώδεκα τὸν ἀριθμὸν τὸ αὐτὸ ἐποίησαν, καὶ πᾶν εἴ τι φαῦλον γίνεται παρʼ ἡμῖν κατὰ τὴν ἐκείνων ἀποβαίνει προφητείαν. ἀλλὰ τούτων μὲν αὖθις ἐξαγγελοῦμεν ἕκαστον.
36 Ἐπιβιοὺς δʼ ὃν προειρήκαμεν χρόνον ὁ βασιλεὺς Ἐζεκίας καὶ πάντα τοῦτον ἐν εἰρήνῃ διαγαγὼν τελευτᾷ πεντηκοστὸν μὲν καὶ τέταρτον ἔτος τῆς ζωῆς διανύσας, εἴκοσι δὲ βασιλεύσας καὶ ἐννέα.
37 διαδεξάμενος δὲ τὴν βασιλείαν ὁ παῖς αὐτοῦ Μανασσῆς ἐκ μητρὸς μὲν Ἐχίβας τοὔνομα πολίτιδος γεγονώς, ἀπέρρηξεν ἑαυτὸν τῶν τοῦ πατρὸς ἐπιτηδευμάτων καὶ τὴν ἐναντίαν ἐτράπετο πᾶν εἶδος πονηρίας ἐπιδειξάμενος ἐν τῷ τρόπῳ καὶ μηδὲν ἀσεβὲς παραλιπών, ἀλλὰ μιμούμενος τὰς τῶν Ἰσραηλιτῶν παρανομίας, οἳ εἰς τὸν θεὸν ἁμαρτόντες ἀπώλοντο· μιᾶναι δὲ καὶ τὸν ναὸν ἐτόλμησε τοῦ θεοῦ καὶ τὴν πόλιν καὶ τὴν χώραν ἅπασαν.
38 ἀπὸ γὰρ τῆς εἰς τὸν θεὸν καταφρονήσεως ὁρμώμενος πάντας τοὺς δικαίους τοὺς ἐν τοῖς Ἑβραίοις ἀπέκτεινεν, ἀλλʼ οὐδὲ τῶν προφητῶν ἔσχε φειδὼ καὶ τούτων δέ τινας καθʼ ἡμέραν ἀπέσφαζεν, ὥστε αἵματι ῥεῖσθαι τὰ Ἱεροσόλυμα.
39 λαβὼν οὖν ὀργὴν ἐπὶ τούτοις ὁ θεὸς πέμπει προφήτας πρὸς τὸν βασιλέα καὶ τὸ πλῆθος, διʼ ὧν αὐτοῖς ἠπείλησε τὰς αὐτὰς συμφοράς, αἷς συνέβη περιπεσεῖν τοὺς ἀδελφοὺς αὐτῶν Ἰσραηλίτας εἰς αὐτὸν ἐξυβρίζοντας. οἱ δὲ τοῖς μὲν λόγοις οὐκ ἐπίστευον, παρʼ ὧν ἠδύναντο κερδῆσαι τὸ μηδενὸς πειραθῆναι κακοῦ, τοῖς δʼ ἔργοις ἔμαθον ἀληθῆ τὰ παρὰ τῶν προφητῶν.
40 Ὡς γὰρ τοῖς αὐτοῖς ἐπέμενον, πόλεμον ἐπʼ αὐτοὺς ἐκίνει παρά τε τοῦ τῶν Βαβυλωνίων καὶ Χαλδαίων βασιλέως, ὃς στρατιὰν πέμψας εἰς τὴν Ἰουδαίαν τήν τε χώραν αὐτῶν ἐλεηλάτησε καὶ τὸν βασιλέα Μανασσῆν δόλῳ ληφθέντα καὶ πρὸς αὐτὸν ἀχθέντα πρὸς ἣν ἠβούλετο τιμωρίαν εἶχεν ὑποχείριον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme