Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 11

59 Ἡσθεὶς ἐπὶ τούτοις ὁ βασιλεὺς ἀναστὰς κατεφίλησέν τε αὐτὸν καὶ τοῖς τοπάρχαις καὶ σατράπαις γράφει κελεύων προπέμψαι τὸν Ζοροβάβηλον καὶ τοὺς σὺν αὐτῷ μέλλοντας ἐπὶ τὴν οἰκοδομὴν ἐξιέναι τοῦ ναοῦ.
60 ἐπέστειλε δὲ καὶ τοῖς ἐν Συρίᾳ καὶ Φοινίκῃ ξύλα κέδρινα κατακομίζειν ἐκ τοῦ Λιβάνου τεμόντας εἰς Ἱεροσόλυμα, καὶ συγκατασκευάζειν αὐτῷ τὴν πόλιν, καὶ πάντας ἔγραψεν ἐλευθέρους εἶναι τοὺς εἰς τὴν Ἰουδαίαν τῶν αἰχμαλώτων ἀπελθόντας.
61 καὶ τοὺς ἐπιτρόπους τοὺς αὐτοῦ καὶ σατράπας ἐκώλυσεν ἐπιτάττειν τοῖς Ἰουδαίοις τὰς βασιλικὰς χρείας, ἀνῆκέ τε πᾶσαν ἣν ἂν κατασχεῖν δυνηθῶσιν τῆς χώρας ἀτελῆ φόρων αὐτοῖς νέμεσθαι. προσέταξε δὲ καὶ τοὺς Ἰδουμαίους καὶ Σαμαρείτας καὶ τοὺς ἐκ τῆς κοίλης Συρίας ἀφεῖναι τὰς κώμας, ἃς τῶν Ἰουδαίων κατεῖχον, καὶ προσέτι τάλαντα πεντήκοντα εἰς τὴν οἰκοδομίαν τοῦ ἱεροῦ δοθῆναι.
62 θύειν τε αὐτοῖς τὰς νενομισμένας θυσίας ἐπέτρεψε καὶ τὴν χορηγίαν ἅπασαν καὶ τὴν ἱερὰν στολήν, ᾗ θεραπεύουσι τὸν θεὸν ὅ τε ἀρχιερεὺς καὶ οἱ ἱερεῖς, ἐκ τῶν ἰδίων γίνεσθαι, καὶ τοῖς Λευίταις τὰ ὄργανα,
63 οἷς ὑμνοῦσι τὸν θεόν, καὶ τοῖς φύλαξι τῆς πόλεως καὶ τοῦ ναοῦ προσέταξεν κλήρους γῆς δοθῆναι καὶ κατὰ ἕκαστον ἔτος ὡρισμένον τι πρὸς τὴν τοῦ βίου χρείαν ἀργύριον, πέμψαι δὲ καὶ τὰ σκεύη, καὶ πάντα, ὅσα Κῦρος πρὸ αὐτοῦ ἐβουλήθη περὶ τῆς τῶν Ἰουδαίων ἀποκαταστάσεως, ταῦτα καὶ Δαρεῖος διετάξατο.
64 Τυχὼν οὖν τούτων παρὰ τοῦ βασιλέως Ζοροβάβηλος ἐξελθὼν ἀπὸ τῶν βασιλείων καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐχαριστεῖν ἤρξατο τῷ θεῷ τῆς σοφίας καὶ τῆς ἐπʼ αὐτῇ νίκης, ἣν Δαρείου παρόντος ἔλαβεν· οὐ γὰρ ἂν τούτων ἀξιωθῆναι μὴ σοῦ
65 , φησί, δέσποτα, τυχὼν εὐμενοῦς. ταῦτʼ οὖν περὶ τῶν παρόντων εὐχαριστήσας τῷ θεῷ καὶ πρὸς τὰ μέλλοντα δεηθεὶς αὑτὸν παρέχειν ὅμοιον, ἧκεν εἰς Βαβυλῶνα καὶ τοῖς ὁμοφύλοις εὐηγγελίσατο τὰ παρὰ τοῦ βασιλέως.
66 οἱ δὲ ἀκούσαντες εὐχαριστοῦσι μὲν τῷ θεῷ πάλιν αὐτοῖς ἀποδιδόντι τὴν πάτριον γῆν, εἰς δὲ πότον καὶ κώμους τραπέντες ἐφʼ ἡμέρας ἑπτὰ διήγαγον εὐωχούμενοι καὶ τὴν ἀνάκτησιν καὶ παλιγγενεσίαν τῆς πατρίδος ἑορτάζοντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme