Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 11

95 Ταῦτʼ εἰπόντων τοῦ τε Ζοροβαβήλου καὶ τοῦ ἀρχιερέως ὁ Σισίννης καὶ οἱ σὺν αὐτῷ τὴν μὲν οἰκοδομίαν ἐπισχεῖν οὐ διέγνωσαν ἕως ἂν ταῦτα δηλωθῇ Δαρείῳ, παραχρῆμα δʼ αὐτῷ περὶ τούτων ἔγραψαν.
96 τῶν δὲ Ἰουδαίων κατεπτηχότων καὶ δεδιότων μὴ μεταδόξῃ τῷ βασιλεῖ περὶ τῆς τῶν Ἱεροσολύμων καὶ τοῦ ναοῦ κατασκευῆς, ὄντες κατὰ τὸν καιρὸν ἐκεῖνον δύο προφῆται παρʼ αὐτοῖς Ἀγγαῖος καὶ Ζαχαρίας θαρρεῖν αὐτοὺς παρώρμων καὶ μηδὲν ἐκ τῶν Περσῶν ὑφορᾶσθαι δύσκολον, ὡς τοῦ θεοῦ ταῦτα προλέγοντος. πιστεύοντες δὲ τοῖς προφήταις ἐντεταμένως εἴχοντο τῆς οἰκοδομίας μηδεμίαν ἡμέραν ἀνιέμενοι.
97 Δαρεῖος δὲ τῶν Σαμαρειτῶν αὐτῷ γραψάντων καὶ κατηγορούντων διὰ τῆς ἐπιστολῆς τῶν Ἰουδαίων, ὡς τήν τε πόλιν ὀχυροῦσι καὶ τὸν ναὸν φρουρίῳ προσεοικότα μᾶλλον ἢ ἱερῷ κατασκευάζουσιν, λεγόντων δὲ μὴ συνοίσειν αὐτῷ τὰ γινόμενα καὶ προσέτι τὰς ἐπιστολὰς ἐπιδεικνύντων τὰς Καμβύσου, διʼ ὧν ἐκώλυσεν ἐκεῖνος οἰκοδομεῖν τὸν ναόν,
98 μαθὼν παρʼ αὐτῶν οὐκ ἀσφαλῆ τοῖς πράγμασιν αὐτοῦ τὴν τῶν Ἱεροσολύμων ἀποκατάστασιν ἔσεσθαι, ἐπεὶ καὶ τὰ παρὰ τοῦ Σισίννου καὶ τῶν σὺν αὐτῷ κομισθέντα ἀνέγνω γράμματα, προσέταξεν ἐν τοῖς βασιλικοῖς ὑπομνήμασιν ζητηθῆναι τὰ περὶ τούτων.
99 καὶ εὑρέθη ἐν Ἐκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ βιβλίον, ἐν ᾧ τάδε ἦν ἀναγεγραμμένα· ἐν τῷ πρώτῳ τῆς βασιλείας ἔτει Κῦρος ὁ βασιλεὺς ἐκέλευσεν τὸν ναὸν οἰκοδομηθῆναι τὸν ἐν Ἱεροσολύμοις καὶ τὸ θυσιαστήριον, ὕψος μὲν πηχῶν ἑξήκοντα εὖρος δὲ τῶν αὐτῶν, διὰ δόμων λιθίνων βία τε ξεστῶν τριῶν καὶ ξυλίνου δόμου ἑνὸς ἐγχωρίου.
100 καὶ τὴν εἰς ταῦτα δαπάνην ἐκ τῶν τοῦ βασιλέως γίνεσθαι διετάξατο, καὶ τὰ σκεύη, ἃ συλήσας Ναβουχοδονόσορος εἰς Βαβυλῶνα ἐκόμισεν, ἀποδοθῆναι τοῖς Ἱεροσολυμίταις,
101 τὴν δὲ ἐπιμέλειαν τούτων εἶναι Ἀναβασσάρου τοῦ ἐπάρχου καὶ τῆς Συρίας τε καὶ Φοινίκης ἡγεμόνος καὶ τῶν ἑταίρων αὐτοῦ, ὅπως αὐτοὶ μὲν ἀφέξονται τοῦ τόπου, τοῖς δὲ δούλοις τοῦ θεοῦ Ἰουδαίοις τε καὶ ἡγεμόσιν αὐτῶν ἐπιτρέψουσιν οἰκοδομηθῆναι τὸν ναόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme