Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 11

102 καὶ συλλαβέσθαι δὲ πρὸς τὸ ἔργον διετάξατο, κἀκ τοῦ φόρου τοῦ τῆς χώρας ἧς ἐπετροπεύοντο τελεῖν τοῖς Ἰουδαίοις εἰς θυσίας λόγον ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ ἐρίφους καὶ σεμίδαλιν καὶ ἔλαιον καὶ οἶνον καὶ τἆλλα, ὅσα ἂν οἱ ἱερεῖς ὑπαγορεύσωσιν, εὔχωνται δὲ ὑπὲρ τῆς σωτηρίας τοῦ βασιλέως καὶ Περσῶν.
103 τοὺς δὲ παραβάντας τι τῶν ἐπεσταλμένων συλληφθέντας ἐκέλευσεν ἀνασταυρωθῆναι καὶ τὴν οὐσίαν αὐτῶν εἰς τὴν βασιλικὴν καταταγῆναι κτῆσιν. καὶ κατηύξατο πρὸς τούτοις τῷ θεῷ, ὅπως εἴ τις ἐπιχειρήσειε διακωλῦσαι τὴν οἰκοδομίαν τοῦ ναοῦ, βαλὼν αὐτὸν ὁ θεὸς ἐπίσχῃ τῆς ἀδικίας.
104 Ταῦθʼ εὑρὼν ἐν τοῖς ὑπομνήμασιν τοῖς Κύρου Δαρεῖος ἀντιγράφει τῷ Σισίννῃ καὶ τοῖς ἑταίροις αὐτοῦ τάδε λέγων· βασιλεὺς Δαρεῖος Σισίννῃ τῷ ἐπάρχῳ καὶ Σαραβαζάνῃ καὶ τοῖς ἑταίροις αὐτῶν χαίρειν. τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ὑμῖν ἧς ἐν τοῖς ὑπομνήμασιν εὗρον τοῖς Κύρου ἀπέσταλκα καὶ βούλομαι γίνεσθαι πάντα, καθὼς ἐν αὐτῇ περιέχει. ἔρρωσθε.
105 μαθόντες οὖν ἐκ τῆς ἐπιστολῆς ὁ Σισίννης καὶ οἱ σὺν αὐτῷ τὴν τοῦ βασιλέως προαίρεσιν ταύτῃ τὰ λοιπὰ ἀκόλουθα ποιεῖν διέγνωσαν. ἐπεστάτουν οὖν τῶν ἱερῶν ἔργων συλλαμβανόμενοι τοῖς πρεσβυτέροις τῶν Ἰουδαίων καὶ τῶν γερόντων ἄρχουσιν.
106 καὶ ἠνύετο κατὰ πολλὴν σπουδὴν ἡ κατασκευὴ τοῦ ναοῦ προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου κατὰ πρόσταγμα τοῦ θεοῦ καὶ μετὰ βουλήσεως Κύρου τε καὶ Δαρείου τῶν βασιλέων, ᾠκοδομήθη δὲ ἐν ἔτεσιν ἑπτά.
107 τοῦ δʼ ἐνάτου τῆς Δαρείου βασιλείας ἔτους εἰκάδι καὶ τρίτῃ μηνὸς δωδεκάτου, ὃς καλεῖται παρὰ μὲν ἡμῖν Ἄδαρ παρὰ δὲ Μακεδόσιν Δύστρος, προσφέρουσιν θυσίας οἵ τε ἱερεῖς καὶ Λευῖται καὶ τὸ ἄλλο τῶν Ἰσραηλιτῶν πλῆθος ἀνανεωτικὰς τῶν πρότερον ἀγαθῶν μετὰ τὴν αἰχμαλωσίαν τοῦ τὸ ἱερὸν ἀνακαινισθὲν ἀπειληφέναι ταύρους ἑκατὸν κριοὺς διακοσίους ἄρνας τετρακοσίους χιμάρους δώδεκα κατὰ φυλήν, τοσαῦται γάρ εἰσιν αἱ τῶν Ἰσραηλιτῶν φυλαί, ὑπὲρ ὧν ἥμαρτεν ἑκάστη.
108 ἔστησάν τε κατὰ τοὺς Μωυσέως νόμους οἵ τε ἱερεῖς καὶ οἱ Λευῖται θυρωροὺς ἐφʼ ἑκάστου πυλῶνος· ᾠκοδομήκεσαν γὰρ οἱ Ἰουδαῖοι καὶ τὰς ἐν κύκλῳ τοῦ ναοῦ στοὰς τοῦ ἔνδοθεν ἱεροῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme